Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.57.1-1.57.6

马其顿王佩尔迪卡斯的策动与雅典的防范

第 57 段,共 917 段 · 希腊语

内容简介

雅典在克基拉海战后立即对波提狄亚采取预防措施。马其顿国王佩尔迪卡斯因对雅典怀恨而联合斯巴达、科林斯及邻近部落企图煽动叛乱,雅典察觉后,命远征舰队解除波提狄亚的武装并加强警戒。

§1.57.1ταῦτα δὲ περὶ τοὺς Ποτειδεάτας οἱ Ἀθηναῖοι προπαρεσκευάζοντο εὐθὺς μετὰ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν·
雅典人在克基拉海战之后,便立即着手准备这些针对波提狄亚人的措施。
§1.57.2οἵ τε γὰρ Κορίνθιοι φανερῶς ἤδη διάφοροι ἦσαν, Περδίκκας τε ὁ Ἀλεξάνδρου Μακεδόνων βασιλεὺς ἐπεπολέμωτο ξύμμαχος πρότερον καὶ φίλος ὤν.
因为科林斯人此时已公开与他们敌对,而亚历山大之子、马其顿国王佩尔迪卡斯先前虽是盟友和朋友,此时也已变成了敌人。
§1.57.3ἐπολεμώθη δὲ ὅτι Φιλίππῳ τῷ ἑαυτοῦ ἀδελφῷ καὶ Δέρδᾳ κοινῇ πρὸς αὐτὸν ἐναντιουμένοις οἱ Ἀθηναῖοι ξυμμαχίαν ἐποιήσαντο.
他之所以变成敌人,是因为雅典人与他的兄弟腓力和德尔达斯结成了同盟,而这两人正联手反对他。
§1.57.4δεδιώς τε ἔπρασσεν ἔς τε τὴν Λακεδαίμονα πέμπων ὅπως πόλεμος γένηται αὐτοῖς πρὸς Πελοποννησίους, καὶ τοὺς Κορινθίους προσεποιεῖτο τῆς Ποτειδαίας ἕνεκα ἀποστάσεως·
他心存恐惧,于是采取行动,派人前往拉栖代梦,力图使阿提卡人与伯罗奔尼撒人之间爆发战争,并企图争取科林斯人以促成波提狄亚的叛变。
§1.57.5προσέφερε δὲ λόγους καὶ τοῖς ἐπὶ Θρᾴκης Χαλκιδεῦσι καὶ Βοττιαίοις ξυναποστῆναι, νομίζων, εἰ ξύμμαχα ταῦτα ἔχοι ὅμορα ὄντα τὰ χωρία, ῥᾷον ἂν τὸν πόλεμον μετ’ αὐτῶν ποιεῖσθαι.
他还向色雷斯地区的卡尔基狄亚人和波提亚伊人提出共同叛乱的建议,认为如果能将这些相邻的地区争取过来作为同盟,与他们一起进行战争就会更加容易。
§1.57.6ὧν οἱ Ἀθηναῖοι αἰσθόμενοι καὶ βουλόμενοι προκαταλαμβάνειν τῶν πόλεων τὰς ἀποστάσεις (ἔτυχον γὰρ τριάκοντα ναῦς ἀποστέλλοντες καὶ χιλίους ὁπλίτας ἐπὶ τὴν γῆν αὐτοῦ, Ἀρχεστράτου τοῦ Λυκομήδους μετ’ ἄλλων † δέκα † στρατηγοῦντος) ἐπιστέλλουσι τοῖς ἄρχουσι τῶν νεῶν Ποτειδεατῶν τε ὁμήρους λαβεῖν καὶ τὸ τεῖχος καθελεῖν, τῶν τε πλησίον πόλεων φυλακὴν ἔχειν ὅπως μὴ ἀποστήσονται.
雅典人察觉到这些企图,并希望先发制人以阻止各城邦叛乱(因为他们当时正派遣三十艘战船和一千名重装步兵前往佩尔迪卡斯的领地,由吕科梅德斯之子阿耳刻斯特拉托斯与其他十人共同统帅),于是命令战船的指挥官们夺取波提狄亚人的人质,拆毁城墙,并对邻近的城邦严加防范,以防他们叛变。

词汇与语法注释

  1. 1.57.2ἐπεπολέμωτο — 动词 πολεμόω(使成为敌人)的第三人称单数过去完成时被动语态。此处过去完成时表示一种既成状态,即“(虽然以前是盟友,但此时)已经变成了敌人”。
  2. 1.57.3Φιλίππῳ ... καὶ Δέρδᾳ κοινῇ πρὸς αὐτὸν ἐναντιουμένοις — 与格名词短语受现在分词 ἐναντιουμένοις 的修饰。它们之所以采用与格,是因为受到其后动词短语 ξυμμαχίαν ἐποιήσαντο(与……结盟)的支配。
  3. 1.57.5εἰ ξύμμαχα ταῦτα ἔχοι ὅμορα ὄντα τὰ χωρία — 在条件从句(εἰ + 祈愿式)中,形容词 ξύμμαχα 充当表语,修饰 τὰ χωρία ὅμορα ὄντα,意为“如果他能将这些相邻的地区作为盟友而占有”。主句中带有 ἄν 的不定式(ἂν ... ποιεῖσθαι)受分词 νομίζων 支配,表示间接引语中的潜能祈愿式(相当于直陈语气的 ἂν ποιοῖτο)。
  4. 1.57.6ἔτυχον γὰρ τριάκοντα ναῦς ἀποστέλλοντες — 动词 τυγχάνω 与分词 ἀποστέλλοντες 连用,表示“恰巧正在派往”。这强调了雅典原本就计划派遣远征军的这一时机,与因得知叛乱预兆而向该舰队下达对波提狄亚采取行动指令的时间恰好重合。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.57.1-1.57.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.57.1-1.57.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。