§1.50.1τῆς δὲ τροπῆς γενομένης οἱ Κορίνθιοι τὰ σκάφη μὲν οὐχ εἷλκον ἀναδούμενοι τῶν νεῶν ἃς καταδύσειαν, πρὸς δὲ τοὺς ἀνθρώπους ἐτράποντο φονεύειν διεκπλέοντες μᾶλλον ἢ ζωγρεῖν, τούς τε αὑτῶν φίλους, οὐκ ᾐσθημένοι ὅτι ἥσσηντο οἱ ἐπὶ τῷ δεξιῷ κέρᾳ, ἀγνοοῦντες ἔκτεινον.
在败退发生后,科林斯人并没有用缆绳系住他们击沉的船只进行拖曳,而是致力于在穿行时杀戮落水之人,而非将其生俘。 由于他们没有察觉到己方右翼的战败,在不知情中,他们甚至杀害了属于自己的友人。
§1.50.2πολλῶν γὰρ νεῶν οὐσῶν ἀμφοτέρων καὶ ἐπὶ πολὺ τῆς θαλάσσης ἐπεχουσῶν, ἐπειδὴ ξυνέμειξαν ἀλλήλοις, οὐ ῥᾳδίως τὴν διάγνωσιν ἐποιοῦντο ὁποῖοι ἐκράτουν ἢ ἐκρατοῦντο·
因为双方的船只数量极多,且占据了广阔的海域,在他们混战在一起之后,很难轻易辨别出谁胜谁负。
ναυμαχία γὰρ αὕτη Ἕλλησι πρὸς Ἕλληνας νεῶν πλήθει μεγίστη δὴ τῶν πρὸ αὑτῆς γεγένηται.
实际上,就船只数量而言,这场海战在以往所有希腊人对抗希腊人的海战中确实是规模最大的一次。
§1.50.3ἐπειδὴ δὲ κατεδίωξαν τοὺς Κερκυραίους οἱ Κορίνθιοι ἐς τὴν γῆν, πρὸς τὰ ναυάγια καὶ τοὺς νεκροὺς τοὺς σφετέρους ἐτράποντο, καὶ τῶν πλείστων ἐκράτησαν ὥστε προσκομίσαι πρὸς τὰ Σύβοτα, οἷ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν βαρβάρων προσεβεβοηθήκει· ἔστι δὲ τὰ Σύβοτα τῆς Θεσπρωτίδος λιμὴν ἐρῆμος.
科林斯人将科克拉人驱逐到陆地后,便转向搜寻自己的残骸和尸体,并控制了其中大部分以便运送到叙博塔,因为当地非希腊人的陆军已经赶来援助他们;叙博塔是塞斯普罗蒂斯地区的一个荒凉港口。
τοῦτο δὲ ποιήσαντες αὖθις ἁθροισθέντες ἐπέπλεον τοῖς Κερκυραίοις.
做完这些后,他们重新集结,再次向科克拉人驶去。
§1.50.4οἱ δὲ ταῖς πλωίμοις καὶ ὅσαι ἦσαν λοιπαὶ μετὰ τῶν Ἀττικῶν νεῶν καὶ αὐτοὶ ἀντεπέπλεον, δείσαντες μὴ ἐς τὴν γῆν σφῶν πειρῶσιν ἀποβαίνειν.
科克拉人驾驶着尚能航行的船只以及所有剩余的船只,与雅典船只一同迎击,担心对方会企图在自己的领土上登陆。
§1.50.5ἤδη δὲ ἦν ὀψὲ καὶ ἐπεπαιάνιστο αὐτοῖς ὡς ἐς ἐπίπλουν, καὶ οἱ Κορίνθιοι ἐξαπίνης πρύμναν ἐκρούοντο κατιδόντες εἴκοσι ναῦς Ἀθηναίων προσπλεούσας, ἃς ὕστερον τῶν δέκα βοηθοὺς ἐξέπεμψαν οἱ Ἀθηναῖοι, δείσαντες, ὅπερ ἐγένετο, μὴ νικηθῶσιν οἱ Κερκυραῖοι καὶ αἱ σφέτεραι δέκα νῆες ὀλίγαι ἀμύνειν ὦσιν.
当时天色已晚,他们已经唱响了准备进攻的军歌,而科林斯人突然开始倒桨后退,因为他们看见了二十艘正在驶来的雅典船只。 这二十艘船是雅典人事后派来支援那十艘船的,因为雅典人担心——正如实际发生的那样——科克拉人会战败,而他们自己的十艘船太少而不足以御敌。