§1.49.1ξυμμείξαντες δέ, ἐπειδὴ τὰ σημεῖα ἑκατέροις ἤρθη, ἐναυμάχουν, πολλοὺς μὲν ὁπλίτας ἔχοντες ἀμφότεροι ἐπὶ τῶν καταστρωμάτων, πολλοὺς δὲ τοξότας τε καὶ ἀκοντιστάς, τῷ παλαιῷ τρόπῳ ἀπειρότερον ἔτι παρεσκευασμένοι.
双方升起信号后,便交战起来,开始进行海战。 双方在甲板上都配备了许多重装步兵,以及许多弓箭手和投枪手,这仍然是按照古老的方式,装备得较为粗糙。
§1.49.2ἦν τε ἡ ναυμαχία καρτερά, τῇ μὲν τέχνῃ οὐχ ὁμοίως, πεζομαχίᾳ δὲ τὸ πλέον προσφερὴς οὖσα.
这场海战打得异常激烈,但在战术上并不怎么高超,反而在很大程度上更像是一场陆战。
§1.49.3ἐπειδὴ γὰρ προσβάλοιεν ἀλλήλοις, οὐ ῥᾳδίως ἀπελύοντο ὑπό τε τοῦ πλήθους καὶ ὄχλου τῶν νεῶν, καὶ μᾶλλόν τι πιστεύοντες τοῖς ἐπὶ τοῦ καταστρώματος ὁπλίταις ἐς τὴν νίκην, οἳ καταστάντες ἐμάχοντο ἡσυχαζουσῶν τῶν νεῶν·
因为每当他们相互冲撞时,由于船只数量众多且拥挤,便不易分离,而且他们将胜利的希望更多地寄托在甲板上的重装步兵身上,这些士兵在船只静止时站立交战。
διέκπλοι δ’ οὐκ ἦσαν, ἀλλὰ θυμῷ καὶ ῥώμῃ τὸ πλέον ἐναυμάχουν ἢ ἐπιστήμῃ.
他们没有采用穿插突破的战术,而是主要依靠激情和力量而非专业技术来打这场海战。
§1.49.4πανταχῇ μὲν οὖν πολὺς θόρυβος καὶ ταραχώδης ἦν ἡ ναυμαχία, ἐν ᾗ αἱ Ἀττικαὶ νῆες παραγιγνόμεναι τοῖς Κερκυραίοις, εἴ πῃ πιέζοιντο, φόβον μὲν παρεῖχον τοῖς ἐναντίοις, μάχης δὲ οὐκ ἦρχον δεδιότες οἱ στρατηγοὶ τὴν πρόρρησιν τῶν Ἀθηναίων.
因此,到处都是一片混乱,海战呈现出无序的局面。 在这期间,雅典的船只在旁协助科克拉人,一旦发现他们哪里吃紧,便给敌人造成震慑,但由于将军们害怕雅典人的指令,所以没有主动参与交战。
§1.49.5μάλιστα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων ἐπόνει·
尤其是科林斯人的右翼陷入了苦战。
οἱ γὰρ Κερκυραῖοι εἴκοσι ναυσὶν αὐτοὺς τρεψάμενοι καὶ καταδιώξαντες σποράδας ἐς τὴν ἤπειρον καὶ μέχρι τοῦ στρατοπέδου πλεύσαντες αὐτῶν καὶ ἐπεκβάντες ἐνέπρησάν τε τὰς σκηνὰς ἐρήμους καὶ τὰ χρήματα διήρπασαν.
因为科克拉人以二十艘船击退了他们,将他们驱散并追击到大陆,一直驶到他们的营地,上陆烧毁了空无一人的帐篷,并劫掠了财物。
§1.49.6ταύτῃ μὲν οὖν οἱ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἡσσῶντό [τε] καὶ οἱ Κερκυραῖοι ἐπεκράτουν· ᾗ δὲ αὐτοὶ ἦσαν οἱ Κορίνθιοι, ἐπὶ τῷ εὐωνύμῳ, πολὺ ἐνίκων, τοῖς Κερκυραίοις τῶν εἴκοσι νεῶν ἀπὸ ἐλάσσονος πλήθους ἐκ τῆς διώξεως οὐ παρουσῶν.
在这一侧,科林斯人及其盟友战败,科克拉人占据了上风;但在科林斯人自己所在的左翼,他们却大获全胜,因为科克拉人原本数量就较少,那二十艘船又因追击而不在场。
§1.49.7οἱ δὲ Ἀθηναῖοι ὁρῶντες τοὺς Κερκυραίους πιεζομένους μᾶλλον ἤδη ἀπροφασίστως ἐπεκούρουν, τὸ μὲν πρῶτον ἀπεχόμενοι ὥστε μὴ ἐμβάλλειν τινί· ἐπειδὴ δὲ ἡ τροπὴ ἐγίγνετο λαμπρῶς καὶ ἐνέκειντο οἱ Κορίνθιοι, τότε δὴ ἔργου πᾶς εἴχετο ἤδη καὶ διεκέκριτο οὐδὲν ἔτι, ἀλλὰ ξυνέπεσεν ἐς τοῦτο ἀνάγκης ὥστε ἐπιχειρῆσαι ἀλλήλοις τοὺς Κορινθίους καὶ Ἀθηναίους.
雅典人看到科克拉人现在已经支持不住,便开始毫无顾忌地予以援助。 起初,他们还克制自己不去冲撞任何船只;但当败局已定、科林斯人步步紧逼时,这时人人便都投入了战斗,再也没有任何区别,以至于形势最终发展到如此紧迫的地步,科林斯人和雅典人不得不互相交手。