Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.5.1-1.5.3

早期海盗活动与当时的风俗习惯

第 5 段,共 917 段 · 希腊语

内容简介

阐述在古代希腊及蛮族社会中,随着航海的发展,由有力者领导的海盗活动极为盛行,且在当时被视为体面的行业;同时指出这种古老风俗及携带武器的习惯在部分地区至今依然残存。

§1.5.1οἱ γὰρ Ἕλληνες τὸ πάλαι καὶ τῶν βαρβάρων οἵ τε ἐν τῇ ἠπείρῳ παραθαλάσσιοι καὶ ὅσοι νήσους εἶχον, ἐπειδὴ ἤρξαντο μᾶλλον περαιοῦσθαι ναυσὶν ἐπ’ ἀλλήλους, ἐτράποντο πρὸς λῃστείαν, ἡγουμένων ἀνδρῶν οὐ τῶν ἀδυνατωτάτων κέρδους τοῦ σφετέρου αὐτῶν ἕνεκα καὶ τοῖς ἀσθενέσι τροφῆς, καὶ προσπίπτοντες πόλεσιν ἀτειχίστοις καὶ κατὰ κώμας οἰκουμέναις ἥρπαζον καὶ τὸν πλεῖστον τοῦ βίου ἐντεῦθεν ἐποιοῦντο, οὐκ ἔχοντός πω αἰσχύνην τούτου τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον·
因为在古代,希腊人以及蛮族中居住在大陆沿海和占领岛屿的所有人,当他们开始更频繁地乘船互相往来时,便转向了海盗活动。 领导他们的是绝非最无能的人,这是为了他们自己的利益,也是为了给弱者提供食物。 他们袭击那些没有城墙且以村落形式居住的城市,进行掠夺,并以此作为生活的主要来源,因为这种行为在当时并不带有耻辱,反而还带来某种荣誉。
§1.5.2δηλοῦσι δὲ τῶν τε ἠπειρωτῶν τινὲς ἔτι καὶ νῦν, οἷς κόσμος καλῶς τοῦτο δρᾶν, καὶ οἱ παλαιοὶ τῶν ποιητῶν τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες εἰ λῃσταί εἰσιν, ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων.
这一点在今天仍由部分大陆居民所证明,他们以体面地从事这种行为为荣;同时也由古代诗人所证明,他们到处都同样向靠岸的人提出是否是海盗的问题,这表明被询问者并不否认这一行径,而那些关心并想知道的人也不会以此责备他们。
§1.5.3ἐλῄζοντο δὲ καὶ κατ’ ἤπειρον ἀλλήλους.
他们也在大陆上互相掠夺。
καὶ μέχρι τοῦδε πολλὰ τῆς Ἑλλάδος τῷ παλαιῷ τρόπῳ νέμεται περί τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας καὶ τὴν ταύτῃ ἤπειρον.
直到今天,希腊的许多地方仍以这种古老的方式生活,如在奥佐利亚的洛克里人、埃托利亚人、阿卡纳尼亚人以及该地区的大陆一带。
τό τε σιδηροφορεῖσθαι τούτοις τοῖς ἠπειρώταις ἀπὸ τῆς παλαιᾶς λῃστείας ἐμμεμένηκεν·
而这些大陆居民佩带武器的习惯,也是从古代的掠夺风俗中保留下来的。

词汇与语法注释

  1. 1.5.1ἡγουμένων ἀνδρῶν οὐ τῶν ἀδυνατωτάτων — 此处为属格绝对(独立分词)结构,其动作主体为‘ἀνδρῶν οὐ τῶν ἀδυνατωτάτων’(绝非最无能的人,即有权势者)。通过双重否定(‘οὐ’和‘ἀ-’)构成的委婉陈述(litotes),强调了领导海盗活动的是社会地位显赫的有力人物。
  2. 1.5.1οὐκ ἔχοντός πω αἰσχύνην τούτου τοῦ ἔργου, φέροντος δέ τι καὶ δόξης μᾶλλον — 这也是一个属格绝对结构。分词‘ἔχοντος’和‘φέροντος’的主语是前句中的属格名词短语‘τούτου τοῦ ἔργου’(这一行为)。在后半句中,‘δόξης’是部分属格,修饰代名词‘τι’(一些、某种),构成‘某种荣誉’之意。
  3. 1.5.2ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι οὐκ ὀνειδιζόντων — 由连词‘ὡς’(表示主观态度或当时人们的看法)引导的两个属格绝对结构分句(‘ἀπαξιούντων’和‘ὀνειδιζόντων’)的并列。前者‘ἀπαξιούντων’的主语是‘ὧν π探听’,这代表了‘ἐκείνων οὓς πυνθάνονται’(他们所询问的人),先行词被省略,且关系代词同化为动词‘πυνθάνομαι’(询问)所要求的属格。后者‘ὀνειδιζόντων’的主语是‘οἷς τε ἐπιμελὲς εἴη εἰδέναι’,代表‘ἐκείνων οἷς...’(那些以知晓为念的人,即询问者),同样省略了先行词。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.5.1-1.5.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.5.1-1.5.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。