§1.6.1πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει διὰ τὰς ἀφάρκτους τε οἰκήσεις καὶ οὐκ ἀσφαλεῖς παρ᾽ ἀλλήλους ἐφόδους, καὶ ξυνήθη τὴν δίαιταν μεθ’ ὅπλων ἐποιήσαντο ὥσπερ οἱ βάρβαροι.
因为全希腊都因住所无防备且相互往来不安全而佩带武器,他们就像蛮族人一样,习惯了带着武器生活。
§1.6.2σημεῖον δ’ ἐστὶ ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα τῶν ποτὲ καὶ ἐς πάντας ὁμοίων διαιτημάτων.
希腊的这些至今仍以这种方式生活的地区,证明了曾经在所有人中同样普遍存在的的生活习惯。
§1.6.3ἐν τοῖς πρῶτοι δὲ Ἀθηναῖοι τόν τε σίδηρον κατέθεντο καὶ ἀνειμένῃ τῇ διαίτῃ ἐς τὸ τρυφερώτερον μετέστησαν.
雅典人是最早放下武器,并通过放宽生活方式转向更奢侈生活的人。
καὶ οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων διὰ τὸ ἁβροδίαιτον οὐ πολὺς χρόνος ἐπειδὴ χιτῶνάς τε λινοῦς ἐπαύσαντο φοροῦντες καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν· ἀφ’ οὗ καὶ Ἰώνων τοὺς πρεσβυτέρους κατὰ τὸ ξυγγενὲς ἐπὶ πολὺ αὕτη ἡ σκευὴ κατέσχεν.
他们中富裕阶层的年长者由于生活优雅,停止穿戴亚麻长袍并用金蝉簪子束起头上的发髻,这距今并没有多久;也正是由于这一亲缘关系,这种装扮在爱奥尼亚人的年长者中也保持了很久。
§1.6.4μετρίᾳ δ’ αὖ ἐσθῆτι καὶ ἐς τὸν νῦν τρόπον πρῶτοι Λακεδαιμόνιοι ἐχρήσαντο καὶ ἐς τὰ ἄλλα πρὸς τοὺς πολλοὺς οἱ τὰ μείζω κεκτημένοι ἰσοδίαιτοι μάλιστα κατέστησαν.
相反,拉刻代蒙人最先使用了朴素且符合现代风格的服饰,而在其他方面,占有较多财产的人也最充分地与平民过着平等的生活。
§1.6.5ἐγυμνώθησάν τε πρῶτοι καὶ ἐς τὸ φανερὸν ἀποδύντες λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο· τὸ δὲ πάλαι καὶ ἐν τῷ Ὀλυμπικῷ ἀγῶνι διαζώματα ἔχοντες περὶ τὰ αἰδοῖα οἱ ἀθληταὶ ἠγωνίζοντο, καὶ οὐ πολλὰ ἔτη ἐπειδὴ πέπαυται.
他们也是最先赤身裸体、在公共场所脱下衣服并在锻炼时涂抹橄榄油的人;而在古代,即使在奥林匹亚竞技会上,运动员也是在腰间系着下带进行比赛的,这种做法停止至今也没有多少年。
ἔτι δὲ καὶ ἐν τοῖς βαρβάροις ἔστιν οἷς νῦν, καὶ μάλιστα τοῖς Ἀσιανοῖς, πυγμῆς καὶ πάλης ἆθλα τίθεται, καὶ διεζωμένοι τοῦτο δρῶσιν.
而且,在至今仍在的一些蛮族人中,特别是在亚洲人中,设有拳击和摔跤的奖项,他们也是系着下带进行这些比赛的。
§1.6.6πολλὰ δ’ ἂν καὶ ἄλλα τις ἀποδείξειε τὸ παλαιὸν Ἑλληνικὸν ὁμοιότροπα τῷ νῦν βαρβαρικῷ διαιτώμενον.
人们还可以举出许多其他证据,证明古代希腊人的生活方式与现代蛮族人的生活方式相似。