§1.48.1ἐπειδὴ δὲ παρεσκεύαστο τοῖς Κορινθίοις, λαβόντες τριῶν ἡμερῶν σιτία ἀνήγοντο ὡς ἐπὶ ναυμαχίαν ἀπὸ τοῦ Χειμερίου νυκτός,
当科林斯人准备就绪时,他们携带了三天的粮食,于夜间从海梅里翁起航,作好进行海战的准备。
§1.48.2καὶ ἅμα ἕῳ πλέοντες καθορῶσι τὰς τῶν Κερκυραίων ναῦς μετεώρους τε καὶ ἐπὶ σφᾶς πλεούσας.
黎明时分,他们在航行中望见科克拉人的船只已在近海,并正向他们驶来。
§1.48.3ὡς δὲ κατεῖδον ἀλλήλους, ἀντιπαρετάσσοντο, ἐπὶ μὲν τὸ δεξιὸν κέρας Κερκυραίων αἱ Ἀττικαὶ νῆες, τὸ δὲ ἄλλο αὐτοὶ ἐπεῖχον τρία τέλη ποιήσαντες τῶν νεῶν, ὧν ἦρχε 〈τῶν〉 τριῶν στρατηγῶν ἑκάστου εἷς.
双方一看见对方,便排开对峙的阵势:在科克拉人的右翼是雅典的船只,而其余部分则由他们自己将船只分为三个部队来防守,这三个部队各由三位将军中的一人指挥。
§1.48.4οὕτω μὲν Κερκυραῖοι ἐτάξαντο, Κορινθίοις δὲ τὸ μὲν δεξιὸν κέρας αἱ Μεγαρίδες νῆες εἶχον καὶ αἱ Ἀμπρακιώτιδες, κατὰ δὲ τὸ μέσον οἱ ἄλλοι ξύμμαχοι ὡς ἕκαστοι· εὐώνυμον δὲ κέρας αὐτοὶ οἱ Κορίνθιοι ταῖς ἄριστα τῶν νεῶν πλεούσαις κατὰ τοὺς Ἀθηναίους καὶ τὸ δεξιὸν τῶν Κερκυραίων εἶχον.
科克拉人便是如此布阵的。 而在科林斯人方面,右翼由麦加拉和安布拉基亚的船只占据,中间是其他各盟国的军队;左翼则由科林斯人自己率领航行性能最好的船只,面对雅典人和科克拉人的右翼布防。