§1.47.1οἱ δὲ Κερκυραῖοι ὡς ᾔσθοντο αὐτοὺς προσπλέοντας, πληρώσαντες δέκα καὶ ἑκατὸν ναῦς, ὧν ἦρχε Μικιάδης καὶ Αἰσιμίδης καὶ Εὐρύβατος, ἐστρατοπεδεύσαντο ἐν μιᾷ τῶν νήσων αἳ καλοῦνται Σύβοτα· καὶ αἱ Ἀττικαὶ δέκα παρῆσαν.
科克拉人察觉到他们航行逼近,便装备了一百一十艘船,由米基阿德斯、埃西米德斯和埃乌里巴托斯指挥,在被称为斯博塔的群岛之一上驻扎营地;而雅典的十艘船也在那里。
§1.47.2ἐπὶ δὲ τῇ Λευκίμμῃ αὐτοῖς τῷ ἀκρωτηρίῳ ὁ πεζὸς ἦν καὶ Ζακυνθίων χίλιοι ὁπλῖται βεβοηθηκότες.
此外,在莱基梅岬角上,他们的陆军已部署完毕,还有一千名赶来增援的扎金索斯重装步兵。
§1.47.3ἦσαν δὲ καὶ τοῖς Κορινθίοις ἐν τῇ ἠπείρῳ πολλοὶ τῶν βαρβάρων παραβεβοηθηκότες· οἱ γὰρ ταύτῃ ἠπειρῶται αἰεί ποτε αὐτοῖς φίλοι εἰσίν.
在科林斯人方面,也有许多大陆上的蛮族前来增援;因为该地区的大陆居民历来与他们交好。