§1.46.1αἱ μὲν δὴ νῆες ἀφικνοῦνται ἐς τὴν Κέρκυραν, οἱ δὲ Κορίνθιοι, ἐπειδὴ αὐτοῖς παρεσκεύαστο, ἔπλεον ἐπὶ τὴν Κέρκυραν ναυσὶ πεντήκοντα καὶ ἑκατόν.
且说雅典的船只抵达了科克拉。 而科林斯人在准备就绪后,便率领一百五十艘船向科克拉航行。
ἦσαν δὲ Ἠλείων μὲν δέκα, Μεγαρέων δὲ δώδεκα καὶ Λευκαδίων δέκα, Ἀμπρακιωτῶν δὲ ἑπτὰ καὶ εἴκοσι καὶ Ἀνακτορίων μία, αὐτῶν δὲ Κορινθίων ἐνενήκοντα·
其中有厄利斯人的船十艘,麦加拉人的船十二艘,莱夫卡斯人的船十艘,安布拉基亚人的船二十七艘,阿纳克托里翁人的船一艘,科林斯人自己的船九十艘。
§1.46.2στρατηγοὶ δὲ τούτων ἦσαν μὲν καὶ κατὰ πόλεις ἑκάστων, Κορινθίων δὲ Ξενοκλείδης ὁ Εὐθυκλέους πέμπτος αὐτός.
这些军队在各城邦均有其各自的将军,而科林斯人的将军则由埃乌提克莱斯之子克塞诺克莱德斯与其他四人一同担任。
§1.46.3ἐπειδὴ δὲ προσέμειξαν τῇ κατὰ Κέρκυραν ἠπείρῳ ἀπὸ Λευκάδος πλέοντες, ὁρμίζονται ἐς Χειμέριον τῆς Θεσπρωτίδος γῆς.
当他们从莱夫卡斯出发,航行并抵达科克拉对岸的大陆时,便在塞斯普罗蒂斯地区的希梅里翁锚泊。
§1.46.4ἔστι δὲ λιμήν, καὶ πόλις ὑπὲρ αὐτοῦ κεῖται ἀπὸ θαλάσσης ἐν τῇ Ἐλαιάτιδι τῆς Θεσπρωτίδος Ἐφύρη.
该处有一港口,其上方远离海岸的塞斯普罗蒂斯之埃莱亚蒂斯地区坐落着一座名为埃菲拉的城市。
ἐξίησι δὲ παρ’ αὐτὴν Ἀχερουσία λίμνη ἐς θάλασσαν· διὰ δὲ τῆς Θεσπρωτίδος Ἀχέρων ποταμὸς ῥέων ἐσβάλλει ἐς αὐτήν, ἀφ’ οὗ καὶ τὴν ἐπωνυμίαν ἔχει.
阿克鲁西亚湖在其旁注入大海;流经塞斯普罗蒂斯的阿克戎河则注入该湖,湖名亦由此河而来。
ῥεῖ δὲ καὶ Θύαμις ποταμός, ὁρίζων τὴν Θεσπρωτίδα καὶ Κεστρίνην, ὧν ἐντὸς ἡ ἄκρα ἀνέχει τὸ Χειμέριον.
此外,斯亚米斯河也在流淌,它构成了塞斯普罗蒂斯与凯斯特里内的边界,而在这两条河之间,延伸出了形成希梅里翁的岬角。
§1.46.5οἱ μὲν οὖν Κορίνθιοι τῆς ἠπείρου ἐνταῦθα ὁρμίζονταί τε καὶ στρατόπεδον ἐποιήσαντο.
于是,科林斯人在大陆的这一处锚泊,并建立了营地。