§1.45.1τοιαύτῃ μὲν γνώμῃ οἱ Ἀθηναῖοι τοὺς Κερκυραίους προσεδέξαντο, καὶ τῶν Κορινθίων ἀπελθόντων οὐ πολὺ ὕστερον δέκα ναῦς αὐτοῖς ἀπέστειλαν βοηθούς·
雅典人怀着这样的意图接纳了科克拉人,在科林斯人离开后不久,他们便派遣了十艘船作为援助去帮助他们。
§1.45.2ἐστρατήγει δὲ αὐτῶν Λακεδαιμόνιός τε ὁ Κίμωνος καὶ Διότιμος ὁ Στρομβίχου καὶ Πρωτέας ὁ Ἐπικλέους.
指挥这些船只的是希蒙之子莱克戴莫尼乌斯、斯特隆比科斯之子迪奥蒂莫斯以及埃皮克莱斯之子普罗泰亚斯。
§1.45.3προεῖπον δὲ αὐτοῖς μὴ ναυμαχεῖν Κορινθίοις, ἢν μὴ ἐπὶ Κέρκυραν πλέωσι καὶ μέλλωσιν ἀποβαίνειν ἢ ἐς τῶν ἐκείνων τι χωρίων· οὕτω δὲ κωλύειν κατὰ δύναμιν.
他们预先命令指挥官们不要与科林斯人进行海战,除非对方进攻科克拉并企图在科克拉或其属地登陆;但若出现这种情况,则应尽力阻止。
προεῖπον δὲ ταῦτα τοῦ μὴ λύειν ἕνεκα τὰς σπονδάς.
他们预先发出这些命令,是为了不撕毁和约。