§1.44.1τοιαῦτα δὲ καὶ οἱ Κορίνθιοι εἶπον.
科林斯人也说了这些话。
Ἀθηναῖοι δὲ ἀκούσαντες ἀμφοτέρων, γενομένης καὶ δὶς ἐκκλησίας, τῇ μὲν προτέρᾳ οὐχ ἧσσον τῶν Κορινθίων ἀπεδέξαντο τοὺς λόγους, ἐν δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν Κερκυραίοις ξυμμαχίαν μὲν μὴ ποιήσασθαι ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν (εἰ γὰρ ἐπὶ Κόρινθον ἐκέλευον σφίσιν οἱ Κερκυραῖοι ξυμπλεῖν, ἐλύοντ’ ἂν αὐτοῖς αἱ πρὸς Πελοποννησίους σπονδαί), ἐπιμαχίαν δ’ ἐποιήσαντο τῇ ἀλλήλων βοηθεῖν, ἐάν τις ἐπὶ Κέρκυραν ἴῃ ἢ Ἀθήνας ἢ τοὺς τούτων ξυμμάχους.
雅典人听取了双方的陈述,并召开了两次公民大会,在第一次大会中,他们接受科林斯人主张的程度不亚于对方,但在第二天的大会中,他们改变了主意,决定不与科克拉人结成那种视彼此的敌友为共同敌友的同盟(因为如果科克拉人要求雅典人共同出兵攻打科林斯,他们与伯罗奔尼撒人的和约就会被撕毁);不过,他们结成了一种防守同盟,规定如果有人进攻科克拉或雅典或他们的盟国,双方将互相援助对方的领土。
§1.44.2ἐδόκει γὰρ ὁ πρὸς Πελοποννησίους πόλεμος καὶ ὣς ἔσεσθαι αὐτοῖς, καὶ τὴν Κέρκυραν ἐβούλοντο μὴ προέσθαι τοῖς Κορινθίοις ναυτικὸν ἔχουσαν τοσοῦτον, ξυγκρούειν δὲ ὅτι μάλιστα αὐτοὺς ἀλλήλοις, ἵνα ἀσθενεστέροις οὖσιν, ἤν τι δέῃ, Κορινθίοις τε καὶ τοῖς ἄλλοις ναυτικὸν ἔχουσιν ἐς πόλεμον καθιστῶνται.
因为在他们看来,与伯罗奔尼撒人的战争无论如何都是不可避免的,他们不想把拥有如此庞大海军的科克拉拱手让给科林斯人,而是希望让他们尽可能地互相消耗,以便在必要时,能以更弱状态的科林斯人及其他拥有海军的国家为对手投入战争。
§1.44.3ἅμα δὲ τῆς τε Ἰταλίας καὶ Σικελίας καλῶς ἐφαίνετο αὐτοῖς ἡ νῆσος ἐν παράπλῳ κεῖσθαι.
同时,在他们看来,该岛恰好处于前往意大利和西西里的航道上的有利位置。