§1.43.1ἡμεῖς δὲ περιπεπτωκότες οἷς ἐν τῇ Λακεδαίμονι αὐτοὶ προείπομεν, τοὺς σφετέρους ξυμμάχους αὐτόν τινα κολάζειν, νῦν παρ’ ὑμῶν τὸ αὐτὸ ἀξιοῦμεν κομίζεσθαι, καὶ μὴ τῇ ἡμετέρᾳ ψήφῳ ὠφεληθέντας τῇ ὑμετέρᾳ ἡμᾶς βλάψαι.
“而我们如今正面临着我们自己在斯巴达曾宣布过的原则,即每个人都应该惩罚自己的同盟国;因此,我们现在要求从你们那里获得同样的待遇,你们不要在受到我们投票的恩惠之后,再用你们的投票来伤害我们。
§1.43.2τὸ δὲ ἴσον ἀνταπόδοτε, γνόντες τοῦτον ἐκεῖνον εἶναι τὸν καιρὸν ἐν ᾧ ὅ τε ὑπουργῶν φίλος μάλιστα καὶ ὁ ἀντιστὰς ἐχθρός.
请给予我们等同的回报,要认识到,现在正是那个‘给予协助者即为最大朋友,起而反对者即为敌人’的关键时刻。
§1.43.3καὶ Κερκυραίους τούσδε μήτε ξυμμάχους δέχεσθε βίᾳ ἡμῶν μήτε ἀμύνετε αὐτοῖς ἀδικοῦσιν.
切勿违背我们的意愿接纳这些科克拉人为同盟,也不要援助正在行不义的他们。
§1.43.4καὶ τάδε ποιοῦντες τὰ προσήκοντά τε δράσετε καὶ τὰ ἄριστα βουλεύσεσθε ὑμῖν αὐτοῖς.
这样做,你们既尽了应尽的本分,也将为你们自己做出最明智的决定。
’
”