§1.33.1‘γενήσεται δὲ ὑμῖν πειθομένοις καλὴ ἡ ξυντυχία κατὰ πολλὰ τῆς ἡμετέρας χρείας, πρῶτον μὲν ὅτι ἀδικουμένοις καὶ οὐχ ἑτέρους βλάπτουσι τὴν ἐπικουρίαν ποιήσεσθε, ἔπειτα περὶ τῶν μεγίστων κινδυνεύοντας δεξάμενοι ὡς ἂν μάλιστα μετ’ αἰειμνήστου μαρτυρίου τὴν χάριν καταθήσεσθε·
“如果你们接受我们的请求,那么满足我们的需要对你们而言在许多方面都将是一件美妙的契机。 首先,因为你们是将援助给予那些遭受不公且不曾伤害他人的人;其次,通过接纳那些在最大危机中涉险的人,你们将以永恒的见证来建立这份恩义。
ναυτικόν τε κεκτήμεθα πλὴν τοῦ παρ᾽ ὑμῖν πλεῖστον.
此外,我们拥有除了你们之外最强大的海军。
§1.33.2καὶ σκέψασθε· τίς εὐπραξία σπανιωτέρα ἢ τίς τοῖς πολεμίοις λυπηροτέρα, εἰ ἣν ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων καὶ χάριτος ἐτιμήσασθε δύναμιν ὑμῖν προσγενέσθαι, αὕτη πάρεστιν αὐτεπάγγελτος ἄνευ κινδύνων καὶ δαπάνης διδοῦσα ἑαυτήν, καὶ προσέτι φέρουσα ἐς μὲν τοὺς πολλοὺς ἀρετήν, οἷς δὲ ἐπαμυνεῖτε χάριν, ὑμῖν δ’ αὐτοῖς ἰσχύν·
且请考虑:有什么样的好运比这更罕见,或者对敌人来说有什么比这更痛苦呢? ——如果这股你们本愿付出巨额金钱和恩义以求其加入的势力,如今自愿前来,无需你们承担危险和费用便奉献自身,并且还向世人彰显你们的德行,向你们援助的对象带来感激,向你们自身带来力量。
ἃ ἐν τῷ παντὶ χρόνῳ ὀλίγοις δὴ ἅμα πάντα ξυνέβη, καὶ ὀλίγοι ξυμμαχίας δεόμενοι οἷς ἐπικαλοῦνται ἀσφάλειαν καὶ κόσμον οὐχ ἧσσον διδόντες ἢ ληψόμενοι παραγίγνονται.
所有这些在任何时代都极少能同时降临在少数人身上,而极少有请求同盟的人,在向被请求者求助时,带来的安全和荣耀竟不少于他们所将获得的。
§1.33.3τὸν δὲ πόλεμον, δι’ ὅνπερ χρήσιμοι ἂν εἶμεν, εἴ τις ὑμῶν μὴ οἴεται ἔσεσθαι, γνώμης ἁμαρτάνει καὶ οὐκ αἰσθάνεται τοὺς Λακεδαιμονίους φόβῳ τῷ ὑμετέρῳ πολεμησείοντας καὶ τοὺς Κορινθίους δυναμένους παρ’ αὐτοῖς καὶ ὑμῖν ἐχθροὺς ὄντας καὶ προκαταλαμβάνοντας ἡμᾶς νῦν ἐς τὴν ὑμετέραν ἐπιχείρησιν, ἵνα μὴ τῷ κοινῷ ἔχθει κατ’ αὐτοὺς μετ’ ἀλλήλων στῶμεν μηδὲ δυοῖν φθάσαι ἁμάρτωσιν, ἢ κακῶσαι ἡμᾶς ἢ σφᾶς αὐτοὺς βεβαιώσασθαι.
至于那场能使我们对你们有用的战争,如果你们中有人认为它不会发生,那他就误判了局势,没有察觉到斯巴达人因对你们的恐惧而渴望战争,而科林斯人在他们那里拥有影响力,本就是你们的敌人,现在正抢先控制我们,作为对你们发起进攻的预备,以免我们因对他们的共同仇恨而携手并肩,也免得他们未能抢先达成两个目标之一:要么摧毁我们,要么巩固自身。
§1.33.4ἡμέτερον δέ γ’ αὖ ἔργον προτερῆσαι, τῶν μὲν διδόντων, ὑμῶν δὲ δεξαμένων τὴν ξυμμαχίαν, καὶ προεπιβουλεύειν αὐτοῖς μᾶλλον ἢ ἀντεπιβουλεύειν.
因此,我们双方的职责在于抢占先机——由我们提供、你们接受这一同盟——并且宁可先发制人,也不要后发制于人。 ”