Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.32.1-1.32.5

科尔库拉使节的演说与中立政策解释

第 32 段,共 917 段 · 希腊语

内容简介

在雅典公民大会上,科尔库拉使节开始发表演说,解释了他们以往不结盟的中立政策为何如今使自己陷于不利境地,并为其寻求同盟的请求进行辩护。

§1.32.1‘Δίκαιον, ὦ Ἀθηναῖοι, τοὺς μήτε εὐεργεσίας μεγάλης μήτε ξυμμαχίας προυφειλομένης ἥκοντας παρὰ τοὺς πέλας ἐπικουρίας, ὥσπερ καὶ ἡμεῖς νῦν, δεησομένους ἀναδιδάξαι πρῶτον, μάλιστα μὲν ὡς καὶ ξύμφορα δέονται, εἰ δὲ μή, ὅτι γε οὐκ ἐπιζήμια, ἔπειτα δὲ ὡς καὶ τὴν χάριν βέβαιον ἕξουσιν·
“雅典人啊,那些既无重大恩惠可言,又无预先存在的盟约可凭,却来到邻人那里请求援助的人(正如我们现在这样),应当首先讲清楚:最首要的是他们所请求的事情对对方也是有利的;如果做不到这点,至少也是无害的;其次,他们还会将这份恩义牢记并切实回报。
εἰ δὲ τούτων μηδὲν σαφὲς καταστήσουσι, μὴ ὀργίζεσθαι ἢν ἀτυχῶσιν.
如果他们不能把这些事情说清楚,那么即使遭到拒绝,他们也不应当动怒。
§1.32.2Κερκυραῖοι δὲ μετὰ τῆς ξυμμαχίας τῆς αἰτήσεως καὶ ταῦτα πιστεύοντες ἐχυρὰ ὑμῖν παρέξεσθαι ἀπέστειλαν ἡμᾶς.
科尔库拉人派遣我们来,正是相信在请求同盟的同时,他们也能向你们切实保证这几点。
§1.32.3τετύχηκε δὲ τὸ αὐτὸ ἐπιτήδευμα πρός τε ὑμᾶς ἐς τὴν χρείαν ἡμῖν ἄλογον καὶ ἐς τὰ ἡμέτερα αὐτῶν ἐν τῷ παρόντι ἀξύμφορον.
然而,我们这同一外交政策,在如今向你们提出请求时,却显得不合情理,而且在目前的情况下,对我们自己的事务也是不利的。
§1.32.4ξύμμαχοί τε γὰρ οὐδενός πω ἐν τῷ πρὸ τοῦ χρόνῳ ἑκούσιοι γενόμενοι νῦν ἄλλων τοῦτο δεησόμενοι ἥκομεν, καὶ ἅμα ἐς τὸν παρόντα πόλεμον Κορινθίων ἐρῆμοι δι’ αὐτὸ καθέσταμεν.
因为我们在过去从未自愿成为任何人的盟友,如今却为了向他人请求同盟而来到这里;同时,也正是因为这一政策,我们在当前对科林斯人的战争中落得孤立无援。
καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν πρότερον σωφροσύνη, τὸ μὴ ἐν ἀλλοτρίᾳ ξυμμαχίᾳ τῇ τοῦ πέλας γνώμῃ ξυγκινδυνεύειν, νῦν ἀβουλία καὶ ἀσθένεια φαινομένη.
过去我们那看似明智的做法——即不加入外部盟约、不听从邻人支配去共同冒险——如今却显现为愚蠢和软弱。
§1.32.5τὴν μὲν οὖν γενομένην ναυμαχίαν αὐτοὶ κατὰ μόνας ἀπεωσάμεθα Κορινθίους· ἐπειδὴ δὲ μείζονι παρασκευῇ ἀπὸ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος ἐφ’ ἡμᾶς ὥρμηνται καὶ ἡμεῖς ἀδύνατοι ὁρῶμεν ὄντες τῇ οἰκείᾳ μόνον δυνάμει περιγενέσθαι, καὶ ἅμα μέγας ὁ κίνδυνος εἰ ἐσόμεθα ὑπ’ αὐτοῖς, ἀνάγκη καὶ ὑμῶν καὶ ἄλλου παντὸς ἐπικουρίας δεῖσθαι, καὶ ξυγγνώμη εἰ μὴ μετὰ κακίας, δόξης δὲ μᾶλλον ἁμαρτίᾳ τῇ πρότερον ἀπραγμοσύνῃ ἐναντία τολμῶμεν.
至于此前发生的战事,我们单凭自己的力量击退了科林斯人;但既然他们正带着来自伯罗奔尼撒及希腊其余地区更庞大的武装力量向我们袭来,而我们深知仅凭自己的力量无法取胜,且一旦落入他们手中,危险将极其巨大,因此,我们不得不向你们以及其他所有人寻求援助;而且,如果我们敢于做出与以往不插手政策相反的举动,只要这并非出于恶意,而是由于判断的失误,那也是应当获得谅解的。 ”

词汇与语法注释

  1. 1.32.1τοὺς μήτε εὐεργεσίας μεγάλης μήτε ξυμμαχίας προυφειλομένης ἥκοντας — 分词 ἥκοντας 带有“在缺乏……的情况下到来”的含义,因而支配属格 εὐεργεσίας 和 ξυμμαχίας。分词 προυφειλομένης(“预先欠下的”)在性、数、格上仅与后者 ξυμμαχίας 一致,但在语义上也同时修饰前者 εὐεργεσίας。
  2. 1.32.3τετύχηκε δὲ τὸ αὐτὸ ἐπιτήδευμα ... ἄλογον — 动词 τετύχηκε(τυγχάνω 的完成时,“恰好是”)在此处省略了存在分词 ὄν,直接以形容词 ἄλογον 和 ἀξύμφορον 作为谓语补足语。句子的主语是 τὸ αὐτὸ ἐπιτήδευμα(“同一方针”)。
  3. 1.32.4τὸ μὴ ἐν ἀλλοτρίᾳ ξυμμαχίᾳ τῇ τοῦ πέλας γνώμῃ ξυγκινδυνεύειν — 带冠词的不定式短语(tó + 不定式)与主句的主语 ἡ δοκοῦσα ἡμῶν πρότερον σωφροσύνη(“我们以前看似明智的做法”)构成同位语,具体解释了该“明智做法”的实质内容。
  4. 1.32.5δόξης δὲ μᾶλλον ἁμαρτίᾳ — 与格 ἁμαρτίᾳ 表示原因或手段(“由于……的失误”)。属格 δόξης 是 ἁμαρτίᾳ 的宾格性属格(“判断上的失误”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.32.1-1.32.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.32.1-1.32.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。