§1.28.1ἐπειδὴ δὲ ἐπύθοντο οἱ Κερκυραῖοι τὴν παρασκευήν, ἐλθόντες ἐς Κόρινθον μετὰ Λακεδαιμονίων καὶ Σικυωνίων πρέσβεων, οὓς παρέλαβον, ἐκέλευον Κορινθίους τοὺς ἐν Ἐπιδάμνῳ φρουρούς τε καὶ οἰκήτορας ἀπάγειν, ὡς οὐ μετὸν αὐτοῖς Ἐπιδάμνου.
当科尔库拉人获悉这一准备情况时,便与他们请求同行的拉刻代蒙和西基翁的使节一起前往科林斯,要求科林斯人撤走在埃皮达努斯的守军和移民,理由是他们对埃皮达努斯没有任何权利。
§1.28.2εἰ δέ τι ἀντιποιοῦνται, δίκας ἤθελον δοῦναι ἐν Πελοποννήσῳ παρὰ πόλεσιν αἷς ἂν ἀμφότεροι ξυμβῶσιν· ὁποτέρων δ’ ἂν δικασθῇ εἶναι τὴν ἀποικίαν, τούτους κρατεῖν.
如果科林斯人对此有任何异议,他们愿意在双方达成协议的伯罗奔尼撒城邦中进行仲裁;无论判决该殖民地属于哪一方,就由哪一方占有。
ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι.
他们也愿意将此事提交给德尔斐的神谕所。
§1.28.3πόλεμον δὲ οὐκ εἴων ποιεῖν· εἰ δὲ μή, καὶ αὐτοὶ ἀναγκασθήσεσθαι ἔφασαν, ἐκείνων βιαζομένων, φίλους ποιεῖσθαι οὓς οὐ βούλονται ἑτέρους τῶν νῦν ὄντων μᾶλλον ὠφελίας ἕνεκα.
他们要求不要发动战争;否则,他们表示,在对方强迫之下,为了获得援助,他们自己也将不得不与那些目前盟友之外的、原本并不希望结交的人成为朋友。
§1.28.4οἱ δὲ Κορίνθιοι ἀπεκρίναντο αὐτοῖς, ἢν τάς τε ναῦς καὶ τοὺς βαρβάρους ἀπὸ Ἐπιδάμνου ἀπαγάγωσι, βουλεύσεσθαι· πρότερον δ’ οὐ καλῶς ἔχειν τοὺς μὲν πολιορκεῖσθαι, αὐτοὺς δὲ δικάζεσθαι.
科林斯人回答他们说,如果他们从埃皮达努斯撤走船只和蛮族,他们就会进行商议;但在那之前,一方正遭受围攻,而他们自己却去进行诉讼,这是不合适的一件事。
§1.28.5Κερκυραῖοι δὲ ἀντέλεγον, ἢν καὶ ἐκεῖνοι τοὺς ἐν Ἐπιδάμνῳ ἀπαγάγωσι, ποιήσειν ταῦτα· ἑτοῖμοι δὲ εἶναι καὶ ὥστε ἀμφοτέρους μένειν κατὰ χώραν, σπονδὰς δὲ ποιήσασθαι ἕως ἂν ἡ δίκη γένηται.
科尔库拉人反驳说,如果科林斯人也撤走在埃皮达努斯的人,他们就会这样做;他们也准备好让双方都留在原地,并缔结休战协定,直到审判进行。