§1.29.1Κορίνθιοι δὲ οὐδὲν τούτων ὑπήκουον, ἀλλ’ ἐπειδὴ πλήρεις αὐτοῖς ἦσαν αἱ νῆες καὶ οἱ ξύμμαχοι παρῆσαν, προπέμψαντες κήρυκα πρότερον πόλεμον προεροῦντα Κερκυραίοις, ἄραντες ἑβδομήκοντα ναυσὶ καὶ πέντε δισχιλίοις τε ὁπλίταις ἔπλεον ἐπὶ τὴν Ἐπίδαμνον Κερκυραίοις ἐναντία πολεμήσοντες·
科林斯人对这些要求全然不予理睬。 但是,当他们的船只配齐了船员,盟友也已集结完毕时,他们首先派遣一名使者前去向科尔库拉人宣战,随后率领七十五艘船只和二千名重装步兵启航,驶往埃皮达努斯,准备与科尔库拉人交战。
§1.29.2ἐστρατήγει δὲ τῶν μὲν νεῶν Ἀριστεὺς ὁ Πελλίχου καὶ Καλλικράτης ὁ Καλλίου καὶ Τιμάνωρ ὁ Τιμάνθους, τοῦ δὲ πεζοῦ Ἀρχέτιμός τε ὁ Εὐρυτίμου καὶ Ἰσαρχίδας ὁ Ἰσάρχου.
担任舰队指挥官的是佩利霍斯之子阿里斯托斯、卡利亚斯之子卡里克拉特和蒂曼德斯之子蒂马诺;担任陆军指挥官的是欧里蒂莫斯之子阿尔克提摩斯和伊萨尔霍斯之子伊萨尔基达斯。
§1.29.3ἐπειδὴ δ’ ἐγένοντο ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς, οὗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου, οἱ Κερκυραῖοι κήρυκά τε προύπεμψαν αὐτοῖς ἐν ἀκατίῳ ἀπεροῦντα μὴ πλεῖν ἐπὶ σφᾶς καὶ τὰς ναῦς ἅμα ἐπλήρουν, ζεύξαντές τε τὰς παλαιὰς ὥστε πλωίμους εἶναι καὶ τὰς ἄλλας ἐπισκευάσαντες.
当科林斯人到达阿纳克托里亚领土内的阿克提翁(即阿波罗神庙所在地,位于安布拉基亚湾入口处)时,科尔库拉人派出一名使者乘小舟前去,警告他们不得向己方驶来,同时他们也为自己的船只配备船员,将旧船加固以使其适于航行,并修缮了其他船只。
§1.29.4ὡς δὲ ὁ κῆρύξ τε ἀπήγγειλεν οὐδὲν εἰρηναῖον παρὰ τῶν Κορινθίων καὶ αἱ νῆες αὐτοῖς ἐπεπλήρωντο οὖσαι ὀγδοήκοντα (τεσσαράκοντα γὰρ Ἐπίδαμνον ἐπολιόρκουν), ἀνταναγαγόμενοι καὶ παραταξάμενοι ἐναυμάχησαν·
当使者回报说科林斯人毫无和平意图,且己方的船只已配齐船员,总数达到八十艘时(因为另外四十艘正在围攻埃皮达努斯),他们便出海迎敌,列好阵势,展开了一场海战。
§1.29.5καὶ ἐνίκησαν οἱ Κερκυραῖοι παρὰ πολὺ καὶ ναῦς πέντε καὶ δέκα διέφθειραν τῶν Κορινθίων.
科尔库拉人获得了压倒性的胜利,击毁了科林斯人的十五艘船只。
τῇ δὲ αὐτῇ ἡμέρᾳ αὐτοῖς ξυνέβη καὶ τοὺς τὴν Ἐπίδαμνον πολιορκοῦντας παραστήσασθαι ὁμολογίᾳ ὥστε τοὺς μὲν ἐπήλυδας ἀποδόσθαι, Κορινθίους δὲ δήσαντας ἔχειν ἕως ἂν ἄλλο τι δόξῃ.
就在同一天,包围埃皮达努斯的人也成功迫使该城达成协定投降:条件是将外来移民卖为奴隶,而将科林斯人拘禁起来,直至另有决定。