Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.24.1-1.24.7

埃皮达努斯之内乱与向科尔库拉求援

第 24 段,共 917 段 · 希腊语

内容简介

记述了埃皮达努斯的地理位置与建邦历史,以及其后的繁荣、内讧,以及因被逐贵族派与蛮族联合袭击而陷入的困境。城内平民向母邦科尔库拉求援却遭到拒绝。

§1.24.1Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι ἐς τὸν Ἰόνιον κόλπον· προσοικοῦσι δ’ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος.
埃皮达努斯是一座城市,位于乘船驶入爱奥尼亚湾者的右手边;在其邻近居住着野蛮人陶兰蒂亚人,他们是一个伊利里亚部落。
§1.24.2ταύτην ἀπῴκισαν μὲν Κερκυραῖοι, οἰκιστὴς δ’ ἐγένετο Φαλίος Ἐρατοκλείδου Κορίνθιος γένος τῶν ἀφ’ Ἡρακλέους, κατὰ δὴ τὸν παλαιὸν νόμον ἐκ τῆς μητροπόλεως κατακληθείς.
这个城市是由科尔库拉人建立的殖民地,但建城者是埃拉托克莱德斯之子法利乌斯,他是一个出身于赫拉克勒斯后裔的科林斯人,按照古老的惯例从母邦被召唤而来。
ξυνῴκισαν δὲ καὶ Κορινθίων τινὲς καὶ τοῦ ἄλλου Δωρικοῦ γένους.
科林斯人中的一部分以及其他多利安种族的人也共同参与了殖民。
§1.24.3προελθόντος δὲ τοῦ χρόνου ἐγένετο ἡ τῶν Ἐπιδαμνίων δύναμις μεγάλη καὶ πολυάνθρωπος· §1.24.4στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμου τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν καὶ τῆς δυνάμεως τῆς πολλῆς ἐστερήθησαν.
随着时间的推移,埃皮达努斯人的势力变得强大且人口众多;但据传说,他们多年来内部发生内讧,因与邻近蛮族的某种战争而走向衰落,并被剥夺了大部分势力。
§1.24.5τὰ δὲ τελευταῖα πρὸ τοῦδε τοῦ πολέμου ὁ δῆμος αὐτῶν ἐξεδίωξε τοὺς δυνατούς, οἱ δὲ ἐπελθόντες μετὰ τῶν βαρβάρων ἐλῄζοντο τοὺς ἐν τῇ πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν.
在这次战争之前,他们的平民驱逐了掌权者,而这些被驱逐者则与蛮族联合,通过陆路和海路掠夺城内的人。
§1.24.6οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι ἐπειδὴ ἐπιέζοντο, πέμπουσιν ἐς τὴν Κέρκυραν πρέσβεις ὡς μητρόπολιν οὖσαν, δεόμενοι μὴ σφᾶς περιορᾶν φθειρομένους, ἀλλὰ τούς τε φεύγοντας ξυναλλάξαι σφίσι καὶ τὸν τῶν βαρβάρων πόλεμον καταλῦσαι.
城内的埃皮达努斯人因受到迫害,便派使者前往科尔库拉,因其是他们的母邦,恳求他们不要坐视自己走向毁灭,而是调解流亡者与他们和解,并结束与蛮族的战争。
§1.24.7ταῦτα δὲ ἱκέται καθεζόμενοι ἐς τὸ Ἥραιον ἐδέοντο.
他们作为请愿者坐在赫拉神庙里提出了这一请求。
οἱ δὲ Κερκυραῖοι τὴν ἱκετείαν οὐκ ἐδέξαντο, ἀλλ’ ἀπράκτους ἀπέπεμψαν.
但科尔库拉人没有接受他们的请愿,而是让他们空手而归。

词汇与语法注释

  1. 1.24.1ἐσπλέοντι — 现在分词与格。用作表示判断或空间位置基准的与格(关系与格),意为“对于(乘船)驶入(爱奥尼亚湾)的人而言(在右手边)”。
  2. 1.24.2κατακληθείς — 过去时被动分词,修饰主语 Phalius。此处所指的“母邦”(metropolis)并非直接建立埃皮达努斯的科尔库拉,而是法利乌斯的出身地、同时也是科尔库拉母邦的科林斯。根据古老惯例,当殖民城邦再建新殖民地时,建城者需从最初的母邦招募。
  3. 1.24.6ὡς μητρόπολιν οὖσαν — 带有 hos 的现在分词阴性单数宾格 ousan,用以说明前述名词 Corcyra(宾格)的属性,并带有主观理由(“以其为母邦之故”)。
  4. 1.24.6μὴ σφᾶς περιορᾶν φθειρομένους — 动词 periorao(漠视、坐视)带宾语(此处为 sphas)和一致的分词(phtheiromenous),表示“坐视某人走向毁灭”。sphas 是间接反身代词,指代主句主语(埃皮达努斯人),并充当不定式 perioran 的逻辑主语(宾格)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.24.1-1.24.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.24.1-1.24.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。