Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.23.1-1.23.6

战争带来的空前灾难与爆发的最真实原因

第 23 段,共 917 段 · 希腊语

内容简介

作者通过将伯罗奔尼撒战争的长期性及前所未有的灾难(包括自然灾害和瘟疫)与波斯战争进行对比,指出战争爆发的“最真实原因”在于雅典的强盛以及斯巴达人对此产生的恐惧。

§1.23.1τῶν δὲ πρότερον ἔργων μέγιστον ἐπράχθη τὸ Μηδικόν, καὶ τοῦτο ὅμως δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν ταχεῖαν τὴν κρίσιν ἔσχεν.
在过去的功绩中,波斯战争是最伟大的,但即便如此,它也通过两次海战和两次陆战迅速得到了解决。
τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προύβη, παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῷ τῇ Ἑλλάδι οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ.
而这次战争不仅持续了极长的时间,而且在战争期间希腊所遭受的灾难,在同等长的时间内是前所未有的。
§1.23.2οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν, αἱ μὲν ὑπὸ βαρβάρων, αἱ δ’ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων (εἰσὶ δ’ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι), οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος, ὁ μὲν κατ’ αὐτὸν τὸν πόλεμον, ὁ δὲ διὰ τὸ στασιάζειν.
因为从未有如此多的城市被攻陷并变为荒凉,其中有些是被蛮族毁灭,有些是被互相交战的希腊人自己毁灭(有些城市在被攻陷时甚至改变了居民);也没有如此多的人流亡和遭受杀戮,有的是在战争本身之中,有的则是由于内乱。
§1.23.3τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη, σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τε ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα ξυνέβησαν, αὐχμοί τε ἔστι παρ’ οἷς μεγάλοι καὶ ἀπ’ αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος·
那些从前仅凭传闻叙述、在现实中极少得到证实的事情,也变得不再不可置信:即关于地震,它们同时席卷了最广大的土地,且本身最为剧烈;还有日食,其发生的频率比从前所记忆的时期更为频繁;以及某些地区的大旱,并由此引发的饥荒,还有造成危害不浅、摧毁了相当一部分人口的瘟疫。
ταῦτα γὰρ πάντα μετὰ τοῦδε τοῦ πολέμου ἅμα ξυνεπέθετο.
因为所有这些灾祸,都随着这场战争同时降临。
§1.23.4ἤρξαντο δὲ αὐτοῦ Ἀθηναῖοι καὶ Πελοποννήσιοι λύσαντες τὰς τριακοντούτεις σπονδὰς αἳ αὐτοῖς ἐγένοντο μετὰ Εὐβοίας ἅλωσιν.
雅典人与伯罗奔尼撒人开始这场战争,是由于废弃了他们在攻占优波亚后所缔结的三十年和约。
§1.23.5διότι δ’ ἔλυσαν, τὰς αἰτίας προύγραψα πρῶτον καὶ τὰς διαφοράς, τοῦ μή τινα ζητῆσαί ποτε ἐξ ὅτου τοσοῦτος πόλεμος τοῖς Ἕλλησι κατέστη.
至于他们为何废弃和约,我首先写下了其原因和分歧,免得日后有人去探寻,究竟是什么原因使如此巨大的战争降临在希腊人身上。
§1.23.6τὴν μὲν γὰρ ἀληθεστάτην πρόφασιν, ἀφανεστάτην δὲ λόγῳ, τοὺς Ἀθηναίους ἡγοῦμαι μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας τοῖς Λακεδαιμονίοις ἀναγκάσαι ἐς τὸ πολεμεῖν·
因为我认为,最真实但最不公开宣称的起因是:雅典人的日益强大以及给拉刻代蒙人带来的恐惧,迫使后者走向战争。
αἱ δ’ ἐς τὸ φανερὸν λεγόμεναι αἰτίαι αἵδ’ ἦσαν ἑκατέρων, ἀφ’ ὧν λύσαντες τὰς σπονδὰς ἐς τὸν πόλεμον κατέστησαν.
而双方公开宣称的原因则是以下这些,他们正是以此为起点废弃了和约并投入到战争之中。

词汇与语法注释

  1. §1.23.1δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν — 双数形容词 `δυοῖν` 同时修饰 `ναυμαχίαιν` 和 `πεζομαχίαιν`,意为“两次海战与两次陆战”(历史上通常指阿提密修姆/萨拉米斯海战,以及温泉关/普拉提亚陆战)。虽然在语法上也可以理解为“海战与陆战共计两次”,但结合历史背景,前一种解释更为合理。
  2. §1.23.3τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα — 句子的主语是带冠词的分词短语 `τά ... λεγόμενα`(传闻中所说的事物),主句谓语为 `οὐκ ἄπιστα κατέστη`(变得不再不可置信)。在随后列举的具体现象中,关于地震是以介词短语 `σεισμῶν ... πέρι`(`περί` 后置)引入的,而随后的日食(`ἐκλείψεις`)、干旱(`αὐχμοί`)和瘟疫(`ἡ λοιμώδης νόσος`)则直接采用了主格,作为主语的同格成分,呈现出一种语法上的破格(anacoluthon)结构。
  3. §1.23.5τοῦ μή τινα ζητῆσαί ποτε — 这是由冠词属格 `τοῦ`、否定词 `μή` 以及不定式 `ζητῆσαι` 构成的“属格不定式”结构,用于表否定目的(“为了不让任何人寻觅”)。不定代词 `τινα` 作该不定式的逻辑主语。
  4. §1.23.6τοὺς Ἀθηναίους ... ἀναγκάσαι ἐς τὸ πολεμεῖν — 这是一个对格与不定式(A.C.I.)结构,作动词 `ἡγοῦμαι`(认为)的宾语。不定式 `ἀναγκάσαι`(迫使)的逻辑主语为对格的 `τοὺς Ἀθηναίους`,而修饰它的伴随分词 `μεγάλους γιγνομένους καὶ φόβον παρέχοντας`(通过日益强大并带来恐惧)则表示原因或手段。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.23.1-1.23.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.23.1-1.23.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。