Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.20.1-1.20.3

对历史传说的盲信与大众的常见误解

第 20 段,共 917 段 · 希腊语

内容简介

作者批评了大众不加批判地接受历史传说的倾向,并以雅典人对刺杀僭主事件的误解,以及希腊人对斯巴达国王投票数和编制的错误认识为例进行说明。

§1.20.1τὰ μὲν οὖν παλαιὰ τοιαῦτα ηὗρον, χαλεπὰ ὄντα παντὶ ἑξῆς τεκμηρίῳ πιστεῦσαι.
因此,我发现古代的事迹就是这样的,尽管要一一相信每一个证据是困难的。
οἱ γὰρ ἄνθρωποι τὰς ἀκοὰς τῶν προγεγενημένων, καὶ ἢν ἐπιχώρια σφίσιν ᾖ, ὁμοίως ἀβασανίστως παρ’ ἀλλήλων δέχονται.
因为人们对于过去之事的传闻,即使是他们本地的事情,也同样不加审查地相互接受。
§1.20.2Ἀθηναίων γοῦν τὸ πλῆθος Ἵππαρχον οἴονται ὑφ’ Ἁρμοδίου καὶ Ἀριστογείτονος τύραννον ὄντα ἀποθανεῖν, καὶ οὐκ ἴσασιν ὅτι Ἱππίας μὲν πρεσβύτατος ὢν ἦρχε τῶν Πεισιστράτου υἱέων, Ἵππαρχος δὲ καὶ Θεσσαλὸς ἀδελφοὶ ἦσαν αὐτοῦ, ὑποτοπήσαντες δέ τι ἐκείνῃ τῇ ἡμέρᾳ καὶ παραχρῆμα Ἁρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σφίσιν Ἱππίᾳ μεμηνῦσθαι τοῦ μὲν ἀπέσχοντο ὡς προειδότος, βουλόμενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι, τῷ Ἱππάρχῳ περιτυχόντες περὶ τὸ Λεωκόρειον καλούμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμοῦντι ἀπέκτειναν.
至少雅典的大众认为,希帕科斯是在担任僭主时被哈耳摩狄乌斯和阿里斯托革通杀害的,而不知道在庇西特拉图的儿子们当中,希庇亚斯作为长子才是统治者,而希帕科斯和帖萨洛斯是他的兄弟。 在发生那件事的那天,哈耳摩狄乌斯和阿里斯托革通起了一些疑心,并立刻深信他们的一位同谋已经向希庇亚斯告密,于是避开了他,认为他已有所防备;但他们希望在被捕前能有所作为并冒一次险,便在所谓的雷奥科里翁附近,遇到了正在组织泛雅典娜节游行队伍的希帕科斯,并将他杀害。
§1.20.3πολλὰ δὲ καὶ ἄλλα ἔτι καὶ νῦν ὄντα καὶ οὐ χρόνῳ ἀμνηστούμενα καὶ οἱ ἄλλοι Ἕλληνες οὐκ ὀρθῶς οἴονται, ὥσπερ τούς τε Λακεδαιμονίων βασιλέας μὴ μιᾷ ψήφῳ προστίθεσθαι ἑκάτερον, ἀλλὰ δυοῖν, καὶ τὸν Πιτανάτην λόχον αὐτοῖς εἶναι, ὃς οὐδ’ ἐγένετο πώποτε.
还有许多其他至今依然存在、且并未被时间遗忘的事物,其他希腊人也有不正确的看法,例如认为拉刻代蒙人的两位国王各自不是投一票,而是投两票,以及他们有一个名为庇塔内(Pitane)的连队,而这个连队其实从未存在过。
οὕτως ἀταλαίπωρος τοῖς πολλοῖς ἡ ζήτησις τῆς ἀληθείας, καὶ ἐπὶ τὰ ἑτοῖμα μᾶλλον τρέπονται.
大众对于真理的探求就是如此省事,他们宁可转向现成的东西。

词汇与语法注释

  1. §1.20.1πιστεῦσαι — 用于修饰形容词 `χαλεπά` 的说明性不定式(或限制性不定式),表示“在相信……方面是困难的”。该不定式的逻辑主语是 `τὰ μὲν οὖν παλαιά`(古代的事迹)。
  2. §1.20.2μεμηνῦσθαι — 完成时被动不定式。此处省略了表示思考或相信的动词或分词(如 `νομίσαντες`,“认为……”),该省略可由前文的 `ὑποτοπήσαντες`(产生怀疑)自然推出。因此本句具有间接引语的性质。`ἐκ τῶν ξυνειδότων`(从同谋者中)表示被动语态中的行为来源。
  3. §1.20.2δράσαντές τι καὶ κινδυνεῦσαι — 分词 `δράσαντες` 和不定式 `κινδυνεῦσαι` 由 `καὶ` 连接,共同受控于 `βουλόμενοι`(希望)。其中分词表示在时间上先发生的行为(“在做了某事之后”),而不定式表示最终冒险的行为,体现了“在有所作为之后再行冒险”的连续意图。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.20.1-1.20.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.20.1-1.20.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。