§1.21.1ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων ὅμως τοιαῦτα ἄν τις νομίζων μάλιστα ἃ διῆλθον οὐχ ἁμαρτάνοι, καὶ οὔτε ὡς ποιηταὶ ὑμνήκασι περὶ αὐτῶν ἐπὶ τὸ μεῖζον κοσμοῦντες μᾶλλον πιστεύων, οὔτε ὡς λογογράφοι ξυνέθεσαν ἐπὶ τὸ προσαγωγότερον τῇ ἀκροάσει ἢ ἀληθέστερον, ὄντα ἀνεξέλεγκτα καὶ τὰ πολλὰ ὑπὸ χρόνου αὐτῶν ἀπίστως ἐπὶ τὸ μυθῶδες ἐκνενικηκότα, ηὑρῆσθαι δὲ ἡγησάμενος ἐκ τῶν ἐπιφανεστάτων σημείων ὡς παλαιὰ εἶναι ἀποχρώντως.
然而,从上述证据来看,如果有人认为事情大致就如我所叙述的那样,他便不会犯错。 他不应该像相信诗人那样,相信他们夸大其词地对这些事加以歌颂和修饰,也不应像相信散文作家那样,相信他们为了吸引听众的耳朵而不是为了真理而编织故事——因为这些事无法验证,且其中大部分由于时间久远,已令人难以置信地演变成了神话。 相反,他应当认为,考虑到这是古代的事物,从最明显的迹象中,已经得到了充分的发现。
§1.21.2καὶ ὁ πόλεμος οὗτος, καίπερ τῶν ἀνθρώπων ἐν ᾧ μὲν ἂν πολεμῶσι τὸν παρόντα αἰεὶ μέγιστον κρινόντων, παυσαμένων δὲ τὰ ἀρχαῖα μᾶλλον θαυμαζόντων, ἀπ’ αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει ὅμως μείζων γεγενημένος αὐτῶν.
而这场战争——尽管人们在处于战争之中时,总是判定眼前的战争为最大,而一旦战争结束,他们便更赞叹古代的战争——但是,对于那些从实际的事实本身进行考察的人来说,这场战争仍将表明,它比过去的战争规模更大。