§1.19.1καὶ οἱ μὲν Λακεδαιμόνιοι οὐχ ὑποτελεῖς ἔχοντες φόρου τοὺς ξυμμάχους ἡγοῦντο, κατ᾽ ὀλιγαρχίαν δὲ σφίσιν αὐτοῖς μόνον ἐπιτηδείως ὅπως πολιτεύσουσι θεραπεύοντες, Ἀθηναῖοι δὲ ναῦς τε τῶν πόλεων τῷ χρόνῳ παραλαβόντες πλὴν Χίων καὶ Λεσβίων, καὶ χρήματα τοῖς πᾶσι τάξαντες φέρειν.
一方面,拉刻代蒙人在领导盟国时,并不让他们缴纳贡金,而只是为了自身的利益,操心使他们实行寡头政体;另一方面,雅典人随着时间的推移,接管了除希奥斯人和莱斯博斯人以外的所有城邦的船只,并规定所有城邦都要缴纳贡金。
καὶ ἐγένετο αὐτοῖς ἐς τόνδε τὸν πόλεμον ἡ ἰδία παρασκευὴ μείζων ἢ ὡς τὰ κράτιστά ποτε μετὰ ἀκραιφνοῦς τῆς ξυμμαχίας ἤνθησαν.
对他们双方而言,各自为这场战争所做的准备,比以往他们在同盟关系完好无损、处于最鼎盛时期时的力量还要强大。