Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.141.1-1.141.7

伯里克利对比雅典与伯罗奔尼撒同盟的实力

第 141 段,共 917 段 · 希腊语

内容简介

伯里克利主张雅典绝不能向同等地位者提出的任何不合理要求屈服,并通过对比雅典与伯罗奔尼撒同盟的财政和军事实力,阐明雅典的战略优势。

§1.141.1αὐτόθεν δὴ διανοήθητε ἢ ὑπακούειν πρίν τι βλαβῆναι, ἢ εἰ πολεμήσομεν, ὥσπερ ἔμοιγε ἄμεινον δοκεῖ εἶναι, καὶ ἐπὶ μεγάλῃ καὶ ἐπὶ βραχείᾳ ὁμοίως προφάσει μὴ εἴξοντες μηδὲ ξὺν φόβῳ ἕξοντες ἃ κεκτήμεθα·
由此,你们现在就要下定决心:要么在受到任何损害之前就服从;或者,如果我们进行战争——这在我看来确实是更好的选择——那就要抱定既不在大大小小的任何借口下屈服,也不带着恐惧保全我们既得财产的决心。
τὴν γὰρ αὐτὴν δύναται δούλωσιν ἥ τε μεγίστη καὶ ἐλαχίστη δικαίωσις ἀπὸ τῶν ὁμοίων πρὸ δίκης τοῖς πέλας ἐπιτασσομένη.
因为在仲裁之前由对等者向邻人提出的要求,无论最大还是最小,都具有同样的奴役性质。
§1.141.2‘τὰ δὲ τοῦ πολέμου καὶ τῶν ἑκατέροις ὑπαρχόντων ὡς οὐκ ἀσθενέστερα ἕξομεν γνῶτε καθ’ ἕκαστον ἀκούοντες.
‘至于战争的状况以及双方各自拥有的资源,通过听取细节,你们就会明白我们绝不处于劣势。
§1.141.3αὐτουργοί τε γάρ εἰσι Πελοποννήσιοι καὶ οὔτε ἰδίᾳ οὔτ’ ἐν κοινῷ χρήματά ἐστιν αὐτοῖς, ἔπειτα χρονίων πολέμων καὶ διαποντίων ἄπειροι διὰ τὸ βραχέως αὐτοὶ ἐπ’ ἀλλήλους ὑπὸ πενίας ἐπιφέρειν.
因为伯罗奔尼撒人是自耕农,无论私人还是公共都没有财富;此外,他们缺乏长期战争和海外战争的经验,因为由于贫困,他们自己之间只能进行短暂的交战。
§1.141.4καὶ οἱ τοιοῦτοι οὔτε ναῦς πληροῦντες οὔτε πεζὰς στρατιὰς πολλάκις ἐκπέμπειν δύνανται, ἀπὸ τῶν ἰδίων τε ἅμα ἀπόντες καὶ ἀπὸ τῶν αὑτῶν δαπανῶντες καὶ προσέτι καὶ θαλάσσης εἰργόμενοι·
这样的人既不能使船只满员,也不能频繁派遣陆军,因为他们必须离开自己的家产,用自己的积蓄支出,而且还被阻绝于海洋之外。
§1.141.5αἱ δὲ περιουσίαι τοὺς πολέμους μᾶλλον ἢ αἱ βίαιοι ἐσφοραὶ ἀνέχουσιν.
蓄积的财富比强制课征的税款更能支撑战争。
σώμασί τε ἑτοιμότεροι οἱ αὐτουργοὶ τῶν ἀνθρώπων ἢ χρήμασι πολεμεῖν, τὸ μὲν πιστὸν ἔχοντες ἐκ τῶν κινδύνων κἂν περιγενέσθαι, τὸ δὲ οὐ βέβαιον μὴ οὐ προαναλώσειν, ἄλλως τε κἂν παρὰ δόξαν, ὅπερ εἰκός, ὁ πόλεμος αὐτοῖς μηκύνηται.
自耕农更愿意用身体而不是用金钱去战斗,因为他们确信自己的身体能从危险中幸存,却无法保证不会提前耗尽金钱——特别是如果,正如可能发生的那样,战争出乎意料地延长了。
§1.141.6μάχῃ μὲν γὰρ μιᾷ πρὸς ἅπαντας Ἕλληνας δυνατοὶ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἀντισχεῖν, πολεμεῖν δὲ μὴ πρὸς ὁμοίαν ἀντιπαρασκευὴν ἀδύνατοι, ὅταν μήτε βουλευτηρίῳ ἑνὶ χρώμενοι παραχρῆμά τι ὀξέως ἐπιτελῶσι πάντες τε ἰσόψηφοι ὄντες καὶ οὐχ ὁμόφυλοι τὸ ἐφ’ ἑαυτὸν ἕκαστος σπεύδῃ· ἐξ ὧν φιλεῖ μηδὲν ἐπιτελὲς γίγνεσθαι.
因为,在一场单打独斗的战役中,伯罗奔尼撒人及其盟国能够抵挡所有的希腊人,但要对付一种与自己不同的战备状态时,他们就无能为力了。 因为他们没有统一的议事会来立刻迅速地执行任何决定,而且人人都有平等的表决权,却又并非同族,每个人都在追求自己的利益,从这种情况中,通常产生不出任何成效。
§1.141.7καὶ γὰρ οἱ μὲν ὡς μάλιστα τιμωρήσασθαί τινα βούλονται, οἱ δὲ ὡς ἥκιστα τὰ οἰκεῖα φθεῖραι.
事实上,有些人最想向某人报复,而另一些人最不想破坏自己的家产。
χρόνιοί τε ξυνιόντες ἐν βραχεῖ μὲν μορίῳ σκοποῦσί τι τῶν κοινῶν, τῷ δὲ πλέονι τὰ οἰκεῖα πράσσουσι, καὶ ἕκαστος οὐ παρὰ τὴν ἑαυτοῦ ἀμέλειαν οἴεται βλάψειν, μέλειν δέ τινι καὶ ἄλλῳ ὑπὲρ ἑαυτοῦ τι προϊδεῖν, ὥστε τῷ αὐτῷ ὑπὸ ἁπάντων ἰδίᾳ δοξάσματι λανθάνειν τὸ κοινὸν ἁθρόον φθειρόμενον.
即便他们在长期间隔后聚在一起,也只花极少的时间考虑公共事务,而把大部分时间花在处理私事上;而且每个人都认为,由于自己的疏忽不会带来危害,别人自会替自己考虑和预见。 因此,由于每个人私底下都抱着同样的想法,大家都没有注意到公共利益整体上正在遭到破坏。

词汇与语法注释

  1. 1.141.1μὴ εἴξοντες μηδὲ ξὺν φόβῳ ἕξοντες — 将来分词 εἴξοντες 和 ἕξοντες 接在条件句 εἰ πολεμήσομεν(如果我们进行战争)之后,表示主语的强烈意图或决心(“抱定决不妥协……也不保全……的决心”),在语法上附属于主句命令式 διανοήθητε(下定决心)。
  2. 1.141.5μὴ οὐ προαναλώσειν — 不定式 προαναλώσειν 连用双重否定词 μὴ οὐ,是由前面带有否定含义的短语 οὐ βέβαιον(不确定,即令人担忧)所引发的。它表达了一种强烈的担忧,即担心钱财会提前耗尽(“无法保证不会提前耗尽”)。
  3. 1.141.7λανθάνειν τὸ κοινὸν ἁθρόον φθειρόμενον — 动词 λανθάνω(未被察觉)与分词 φθειρόμενον 搭配使用,表示“(当事人自己)在不知不觉中……”。该结构受 ὥστε 控制,其逻辑主语是宾格的 τὸ κοινὸν ἁθρόον(公共利益整体),意为“他们没有注意到公共利益整体上正在遭到破坏”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.141.1-1.141.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.141.1-1.141.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。