§1.140.1‘τῆς μὲν γνώμης, ὦ Ἀθηναῖοι, αἰεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις, καίπερ εἰδὼς τοὺς ἀνθρώπους οὐ τῇ αὐτῇ ὀργῇ ἀναπειθομένους τε πολεμεῖν καὶ ἐν τῷ ἔργῳ πράσσοντας, πρὸς δὲ τὰς ξυμφορὰς καὶ τὰς γνώμας τρεπομένους.
“雅典人啊,我始终坚持同样的意见,那就是决不向伯罗奔尼撒人屈服。 尽管我深知,人们在被说服参战时的热情,与在实际行动中表现出来的态度并不相同,而是会随着境遇的变迁而改变自己的想法。
ὁρῶ δὲ καὶ νῦν ὁμοῖα καὶ παραπλήσια ξυμβουλευτέα μοι ὄντα, καὶ τοὺς ἀναπειθομένους ὑμῶν δικαιῶ τοῖς κοινῇ δόξασιν, ἢν ἄρα τι καὶ σφαλλώμεθα, βοηθεῖν, ἢ μηδὲ κατορθοῦντας τῆς ξυνέσεως μεταποιεῖσθαι.
但我认为,即使在现在,我也必须提出相似且几乎相同的建议。 我要求你们中被说服的人,即使我们遭到某种挫折,也要支持共同的决定;否则,如果我们获得成功,也不要分占这决定背后的智慧。
ἐνδέχεται γὰρ τὰς ξυμφορὰς τῶν πραγμάτων οὐχ ἧσσον ἀμαθῶς χωρῆσαι ἢ καὶ τὰς διανοίας τοῦ ἀνθρώπου· δι’ ὅπερ καὶ τὴν τύχην, ὅσα ἂν παρὰ λόγον ξυμβῇ, εἰώθαμεν αἰτιᾶσθαι.
因为事态的发展完全可能像人的计划一样难以预料;正因如此,我们习惯于将一切违背常理发生的事情都归咎于命运。
§1.140.2‘Λακεδαιμόνιοι δὲ πρότερόν τε δῆλοι ἦσαν ἐπιβουλεύοντες ἡμῖν καὶ νῦν οὐχ ἥκιστα.
斯巴达人以前就显露出对我们图谋不轨,而现在尤为明显。
εἰρημένον γὰρ δίκας μὲν τῶν διαφορῶν ἀλλήλοις διδόναι καὶ δέχεσθαι, ἔχειν δὲ ἑκατέρους ἃ ἔχομεν, οὔτε αὐτοὶ δίκας πω ᾔτησαν οὔτε ἡμῶν διδόντων δέχονται, βούλονται δὲ πολέμῳ μᾶλλον ἢ λόγοις τὰ ἐγκλήματα διαλύεσθαι, καὶ ἐπιτάσσοντες ἤδη καὶ οὐκέτι αἰτιώμενοι πάρεισιν.
因为,虽然条约规定双方应就争议提出并接受仲裁,且各自保留现有的一切,但他们自己从未要求过仲裁,在我们提出仲裁时也不接受。 他们宁愿用战争而不是谈判来解决争端,现在他们已经不是在提出控诉,而是在发布命令了。
§1.140.3Ποτειδαίας τε γὰρ ἀπανίστασθαι κελεύουσι καὶ Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ τὸ Μεγαρέων ψήφισμα καθαιρεῖν· οἱ δὲ τελευταῖοι οἵδε ἥκοντες καὶ τοὺς Ἕλληνας προαγορεύουσιν αὐτονόμους ἀφιέναι.
事实上,他们命令我们撤离波提狄亚,让埃吉纳保持自主,并废除麦加拉法令;而这最后到来的使者甚至宣告,我们必须让所有的希腊人都保持自主。
§1.140.4ὑμῶν δὲ μηδεὶς νομίσῃ περὶ βραχέος ἂν πολεμεῖν, εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα προύχονται, εἰ καθαιρεθείη, μὴ ἂν γίγνεσθαι τὸν πόλεμον, μηδὲ ἐν ὑμῖν αὐτοῖς αἰτίαν ὑπολίπησθε ὡς διὰ μικρὸν ἐπολεμήσατε.
铺平道路,你们中任何人都不应认为,如果我们不废除麦加拉法令,我们就是为了微不足道的事情而交战。 他们之所以把这一条作为最主要的口实,声称如果废除该法令就不会发生战争,只是为了借口。 你们自己也不要在心中留下任何借口,认为自己是为了小事而战。
§1.140.5τὸ γὰρ βραχύ τι τοῦτο πᾶσαν ὑμῶν ἔχει τὴν βεβαίωσιν καὶ πεῖραν τῆς γνώμης.
因为这件微不足道的小事,正是对你们意志的全面检验和试金石。
οἷς εἰ ξυγχωρήσετε, καὶ ἄλλο τι μεῖζον εὐθὺς ἐπιταχθήσεσθε ὡς φόβῳ καὶ τοῦτο ὑπακούσαντες·
如果你们在这一点上向他们让步,你们立刻就会被命令去做其他更重大的事情,因为他们会认为你们顺从这一点也是出于恐惧。
ἀπισχυρισάμενοι δὲ σαφὲς ἂν καταστήσαιτε αὐτοῖς ἀπὸ τοῦ ἴσου ὑμῖν μᾶλλον προσφέρεσθαι.
但如果你们坚决拒绝,你们就会向他们表明,他们必须在平等的地位上与你们交往。 ”