§1.139.1Λακεδαιμόνιοι δὲ ἐπὶ μὲν τῆς πρώτης πρεσβείας τοιαῦτα ἐπέταξάν τε καὶ ἀντεκελεύσθησαν περὶ τῶν ἐναγῶν τῆς ἐλάσεως·
斯巴达人在第一次派遣使节时,曾就驱逐受诅咒者一事提出了上述命令,并收到了对方的反向要求。
ὕστερον δὲ φοιτῶντες παρ᾽ Ἀθηναίους Ποτειδαίας τε ἀπανίστασθαι ἐκέλευον καὶ Αἴγιναν αὐτόνομον ἀφιέναι, καὶ μάλιστά γε πάντων καὶ ἐνδηλότατα προύλεγον τὸ περὶ Μεγαρέων ψήφισμα καθελοῦσι μὴ ἂν γίγνεσθαι πόλεμον, ἐν ᾧ εἴρητο αὐτοὺς μὴ χρῆσθαι τοῖς λιμέσι τοῖς ἐν τῇ Ἀθηναίων ἀρχῇ μηδὲ τῇ Ἀττικῇ ἀγορᾷ.
但此后,他们多次造访雅典人,要求他们从波提狄亚撤军,并让埃吉纳保持自主;他们尤其最强烈、最明确地宣称,如果雅典人废除有关麦加拉人的法令,战争就不会发生。 该法令规定,麦加拉人不得使用雅典帝国境内的港口和阿提卡的市场。
§1.139.2οἱ δὲ Ἀθηναῖοι οὔτε τἆλλα ὑπήκουον οὔτε τὸ ψήφισμα καθῄρουν, ἐπικαλοῦντες ἐπεργασίαν Μεγαρεῦσι τῆς γῆς τῆς ἱερᾶς καὶ τῆς ἀορίστου καὶ ἀνδραπόδων ὑποδοχὴν τῶν ἀφισταμένων.
但雅典人既没有顺从其他要求,也没有废除该法令,而是指责麦加拉人开垦圣地和未划定界限的土地,并收容逃亡的奴隶。
§1.139.3τέλος δὲ ἀφικομένων τῶν τελευταίων πρέσβεων ἐκ Λακεδαίμονος, Ῥαμφίου τε καὶ Μελησίππου καὶ Ἀγησάνδρου, καὶ λεγόντων ἄλλο μὲν οὐδὲν ὧν πρότερον εἰώθεσαν, αὐτὰ δὲ τάδε ὅτι ‘Λακεδαιμόνιοι βούλονται τὴν εἰρήνην εἶναι, εἴη δ’ ἂν εἰ τοὺς Ἕλληνας αὐτονόμους ἀφεῖτε,’ ποιήσαντες ἐκκλησίαν οἱ Ἀθηναῖοι γνώμας σφίσιν αὐτοῖς προυτίθεσαν, καὶ ἐδόκει ἅπαξ περὶ ἁπάντων βουλευσαμένους ἀποκρίνασθαι.
最后,斯巴达的最后一批使节——兰菲亚斯、梅里西波斯和阿格桑德——到达。 他们没有像以前那样提及惯常的要求,而只说了这句话:“斯巴达人希望维持和平,如果你们让希腊人保持自主,和平就会存在。 ”于是,雅典人召开了公民大会,在他们之间提出各种意见,并决定在一次性审议了所有事务之后再做出答复。
§1.139.4καὶ παριόντες ἄλλοι τε πολλοὶ ἔλεγον ἐπ’ ἀμφότερα γιγνόμενοι ταῖς γνώμαις καὶ ὡς χρὴ πολεμεῖν καὶ ὡς μὴ ἐμπόδιον εἶναι τὸ ψήφισμα εἰρήνης, ἀλλὰ καθελεῖν, καὶ παρελθὼν Περικλῆς ὁ Ξανθίππου, ἀνὴρ κατ’ ἐκεῖνον τὸν χρόνον πρῶτος Ἀθηναίων, λέγειν τε καὶ πράσσειν δυνατώτατος, παρῄνει τοιάδε.
许多其他人也上前发言,他们的意见分成了对立的两派:一派认为应该进行战争,另一派则认为该法令不应成为和平的障碍,而应当予以废除。 此时,克桑提波斯之子伯里克利上前,他是当时雅典的第一人,在言论和行动上都最具影响力,他提出了如下建议。