Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.138.1-1.138.6

提米斯托克利在波斯的荣宠与逝世

第 138 段,共 917 段 · 希腊语

内容简介

提米斯托克利赢得了波斯国王阿尔塔薛西斯的信任并被委以重任,后因病(或服毒自尽)去世并葬于其亚洲领地,其遗骨亦被秘密带回阿提卡,以此结束了关于帕乌萨尼亚斯和提米斯托克利生平的叙述。

§1.138.1βασιλεὺς δέ, ὡς λέγεται, ἐθαύμασέ τε αὐτοῦ τὴν διάνοιαν καὶ ἐκέλευε ποιεῖν οὕτως.
据传,国王十分赏识他的才智,并命他照此办理。
ὁ δ’ ἐν τῷ χρόνῳ ὃν ἐπέσχε τῆς τε Περσίδος γλώσσης ὅσα ἐδύνατο κατενόησε καὶ τῶν ἐπιτηδευμάτων τῆς χώρας·
在他等待的这段时间里,他尽最大努力学习了波斯语言并了解了该国的习俗。
§1.138.2ἀφικόμενος δὲ μετὰ τὸν ἐνιαυτὸν γίγνεται παρ’ αὐτῷ μέγας καὶ ὅσος οὐδείς πω Ἑλλήνων διά τε τὴν προϋπάρχουσαν ἀξίωσιν καὶ τοῦ Ἑλληνικοῦ ἐλπίδα, ἣν ὑπετίθει αὐτῷ δουλώσειν, μάλιστα δὲ ἀπὸ τοῦ πεῖραν διδοὺς ξυνετὸς φαίνεσθαι.
一年过后,他来到国王身边,并在他那里获得了极大的影响力,这是以前任何希腊人都未曾达到过的。 这既是因为他原有的名望,也是因为他让国王产生了他将征服希腊的希望,但最主要的还是因为他在展示自己的能力时表现出了聪明才智。
§1.138.3ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι·
因为提米斯托克利最确定地展现了天生才能的力量,并且在这一方面比其他人更值得特别赞赏。
οἰκείᾳ γὰρ ξυνέσει καὶ οὔτε προμαθὼν ἐς αὐτὴν οὐδὲν οὔτ’ ἐπιμαθών, τῶν τε παραχρῆμα δι’ ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής·
他凭借自己生来的聪明才智,既没有事先学习过任何东西,也没有事后补充学习,就能在极短的思考后对当前的事情做出最优秀的判断,并且对未来的事情能够最远地预测出可能的结果。
καὶ ἃ μὲν μετὰ χεῖρας ἔχοι, καὶ ἐξηγήσασθαι οἷός τε, ὧν δ’ ἄπειρος εἴη, κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο· τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα μάλιστα.
对于他手头正在处理的事情,他能够做出阐释;而对于他缺乏经验的事情,他也并非没有能力做出充分的判断;此外,他最擅长预见尚处于隐蔽状态下的利弊。
καὶ τὸ ξύμπαν εἰπεῖν φύσεως μὲν δυνάμει, μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο.
总之,凭借天资的力量和极少的时间准备,他成为了最擅长临机应变处理所需事务的人。
§1.138.4νοσήσας δὲ τελευτᾷ τὸν βίον·
但他因病去世。
λέγουσι δέ τινες καὶ ἑκούσιον φαρμάκῳ ἀποθανεῖν αὐτόν, ἀδύνατον νομίσαντα εἶναι ἐπιτελέσαι βασιλεῖ ἃ ὑπέσχετο.
不过也有人说他是自愿服毒而死,因为他认为自己无法实现对国王的诺言。
§1.138.5μνημεῖον μὲν οὖν αὐτοῦ ἐν Μαγνησίᾳ ἐστὶ τῇ Ἀσιανῇ ἐν τῇ ἀγορᾷ·
因此,他的纪念碑位于亚洲麦格尼西亚的广场上,因为他统治着这个地区。
ταύτης γὰρ ἦρχε τῆς χώρας, δόντος βασιλέως αὐτῷ Μαγνησίαν μὲν ἄρτον, ἣ προσέφερε πεντήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ, Λάμψακον δὲ οἶνον (ἐδόκει γὰρ πολυοινότατον τῶν τότε εἶναι), Μυοῦντα δὲ ὄψον.
国王赐予他麦格尼西亚以提供面包(该地每年带来五十塔兰同的收入),赐予兰普萨科斯以提供葡萄酒(因为该地被认为是当时最富产葡萄酒的地方),赐予米乌斯以提供副食。
§1.138.6τὰ δὲ ὀστᾶ φασὶ κομισθῆναι αὐτοῦ οἱ προσήκοντες οἴκαδε κελεύσαντος ἐκείνου καὶ τεθῆναι κρύφα Ἀθηναίων ἐν τῇ Ἀττικῇ· οὐ γὰρ ἐξῆν θάπτειν ὡς ἐπὶ προδοσίᾳ φεύγοντος.
但他的亲属说,他的遗骨是根据他自己的嘱托被运回故乡,并背着雅典人秘密安葬在阿提卡的;因为他因叛国罪被流放,按律是不允许安葬在那里的。
τὰ μὲν κατὰ Παυσανίαν τὸν Λακεδαιμόνιον καὶ Θεμιστοκλέα τὸν Ἀθηναῖον, λαμπροτάτους γενομένους τῶν καθ’ ἑαυτοὺς Ἑλλήνων, οὕτως ἐτελεύτησεν.
拉刻代蒙人帕乌萨尼亚斯和雅典人提米斯托克利——这两位他们同时代最杰出的希腊人——的事迹,便如此画上了句号。

词汇与语法注释

  1. 1.138.2ἣν ὑπετίθει αὐτῷ δουλώσειν — 关系代词 `ἣν` 的先行词是 `ἐλπίδα`,而将来时不定式 `δουλώσειν` 的逻辑主语是句子主语提米斯托克利本人。与格代词 `αὐτῷ` 指代国王(阿尔塔薛西斯)。因此,该句意为“他向国王暗示的、他将为国王征服希腊的希望”。
  2. 1.138.3κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο — 动词 `ἀπαλλάττω` 的被动语态(此处为过去完成时 `ἀπήλλακτο`)意为“免除、脱离”。与不定式 `κρῖναι` 连用,字面意思是“他并没有脱离做出充分判断的状态”,即一种双重否定,表示“即使在缺乏经验的事情上,他也绝不缺乏做出充分判断的能力”。
  3. 1.138.3τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα μάλιστα — 介词短语 `ἐν τῷ ἀφανεῖ ἔti`(在尚未显露的状态中)修饰名词化的比较级 `τό ... ἄμεινον ἢ χεῖρον`(更好或更坏的事物/利弊)。这强调了他在事情结果尚未显现之前,就能比任何人都更好地预见到未来的利害得失。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.138.1-1.138.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.138.1-1.138.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。