Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.137.1-1.137.4

提米斯托克利流亡波斯与致阿尔塔薛西斯信

第 137 段,共 917 段 · 希腊语

内容简介

阿德梅托斯拒绝交出提米斯托克利并将其送往皮德纳,提米斯托克利由此经海路抵达叶非苏后前往波斯内地,并致信新即位的阿尔塔薛西斯国王请求庇护并承诺效忠。

§1.137.1ὁ δὲ ἀκούσας ἀνίστησί τε αὐτὸν μετὰ τοῦ ἑαυτοῦ υἱέος, ὥσπερ καὶ ἔχων αὐτὸν ἐκαθέζετο, καὶ μέγιστον ἦν ἱκέτευμα τοῦτο, καὶ ὕστερον οὐ πολλῷ τοῖς τε Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἐλθοῦσι καὶ πολλὰ εἰποῦσιν οὐκ ἐκδίδωσιν, ἀλλ’ ἀποστέλλει βουλόμενον ὡς βασιλέα πορευθῆναι ἐπὶ τὴν ἑτέραν θάλασσαν πεζῇ ἐς Πύδναν τὴν Ἀλεξάνδρου.
阿德梅托斯听了这番话,便将他连同自己的儿子一起扶了起来,正如他抱着孩子坐着时那样;而这是最强有力的恳求形式。 不久之后,当拉刻代蒙人和雅典人前来并提出诸多要求时,他并没有交出提米斯托克利,而是将他送走,因为他希望前往国王那里,于是让他陆路前往另一侧海边的皮德纳,即亚历山大的领地。
§1.137.2ἐν ᾗ ὁλκάδος τυχὼν ἀναγομένης ἐπ’ Ἰωνίας καὶ ἐπιβὰς καταφέρεται χειμῶνι ἐς τὸ Ἀθηναίων στρατόπεδον, ὃ ἐπολιόρκει Νάξον.
他在那里恰好遇到一艘开往爱奥尼亚的商船,登船后却被风暴吹到了正在围攻纳克索斯的雅典军营。
καί (ἦν γὰρ ἀγνὼς τοῖς ἐν τῇ νηί) δείσας φράζει τῷ ναυκλήρῳ ὅστις ἐστὶ καὶ δι’ ἃ φεύγει, καὶ εἰ μὴ σώσει αὐτόν, ἔφη ἐρεῖν ὅτι χρήμασι πεισθεὶς αὐτὸν ἄγει·
由于感到害怕(因为船上的人并不认识他),他便向船长说明了自己的身份以及逃亡的原因,并说如果船长不救他,他就会宣称是船长收受了贿赂才运送他的。
τὴν δὲ ἀσφάλειαν εἶναι μηδένα ἐκβῆναι ἐκ τῆς νεὼς μέχρι πλοῦς γένηται· πειθομένῳ δ’ αὐτῷ χάριν ἀπομνήσεσθαι ἀξίαν.
他接着说,安全的办法是在重新起航前任何人不得下船;如果船长顺从,他将给予应得的回报。
ὁ δὲ ναύκληρος ποιεῖ τε ταῦτα καὶ ἀποσαλεύσας ἡμέραν καὶ νύκτα ὑπὲρ τοῦ στρατοπέδου ὕστερον ἀφικνεῖται ἐς Ἔφεσον.
船长照做了,在军营外海停泊了一天一夜之后,后来抵达了叶非苏。
§1.137.3καὶ ὁ Θεμιστοκλῆς ἐκεῖνόν τε ἐθεράπευσε χρημάτων δόσει (ἦλθε γὰρ αὐτῷ ὕστερον ἔκ τε Ἀθηνῶν παρὰ τῶν φίλων καὶ ἐξ Ἄργους ἃ ὑπεξέκειτο) καὶ μετὰ τῶν κάτω Περσῶν τινὸς πορευθεὶς ἄνω ἐσπέμπει γράμματα πρὸς βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ βασιλεύοντα.
提米斯托克利给船长送去一笔钱作为回报(因为他后来收到了朋友们从雅典以及从阿耳戈斯送来的、之前秘密寄存的财产);随后他与一位来自沿海地区的波斯人一同前往内地,向新即位的薛西斯之子阿尔塔薛西斯国王送去了一封信。
§1.137.4ἐδήλου δὲ ἡ γραφὴ ὅτι ‘Θεμιστοκλῆς ἥκω παρὰ σέ, ὃς κακὰ μὲν πλεῖστα Ἑλλήνων εἴργασμαι τὸν ὑμέτερον οἶκον, ὅσον χρόνον τὸν σὸν πατέρα ἐπιόντα ἐμοὶ ἀνάγκῃ ἠμυνόμην, πολὺ δ᾽ ἔτι πλείω ἀγαθά, ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ μὲν ἐμοί, ἐκείνῳ δὲ ἐν ἐπικινδύνῳ πάλιν ἡ ἀποκομιδὴ ἐγίγνετο.
信中写道:“我提米斯托克利来到你这里。 在希腊人中,我对你们家族造成的伤害最多,因为在你父亲进攻我时,我出于无奈而进行自卫;但当我的撤退安全无虞、而他的撤退反而充满危险时,我给他的恩惠要多得多。
καί μοι εὐεργεσία ὀφείλεται (γράψας τήν τε ἐκ Σαλαμῖνος προάγγελσιν τῆς ἀναχωρήσεως καὶ τὴν τῶν γεφυρῶν, ἣν ψευδῶς προσεποιήσατο, τότε δι’ αὑτὸν οὐ διάλυσιν), καὶ νῦν ἔχων σε μεγάλα ἀγαθὰ δρᾶσαι πάρειμι διωκόμενος ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν σὴν φιλίαν.
我理应得到回报(他在信中写到了从萨拉米斯发出的关于撤退的预先警告,以及关于未拆毁桥梁的事,他当时虚假地声称未拆毁桥梁是由于他自己的影响);现在我来到这里,有能力为你做巨大的贡献,而我正因为与你的友好关系而被希腊人追捕。
βούλομαι δ’ ἐνιαυτὸν ἐπισχὼν αὐτός σοι περὶ ὧν ἥκω δηλῶσαι.
我希望等待一年,然后亲自向你说明我来的目的。

词汇与语法注释

  1. §1.137.1ὥσπερ καὶ ἔχων αὐτὸν ἐκαθέζετο — 分词 ἔχων(抱着,处于持有的状态)表示伴随状况。它说明阿德梅托斯将提米斯托克利扶起时,后者仍保持着怀抱其子坐在炉边的恳求姿态。
  2. §1.137.2ἔφη ἐρεῖν ὅτι χρήμασι πεισθεὶς αὐτὸν ἄγει — 间接引语结构。主句过去时动词 ἔφη(他说)支配将来时不定式 ἐρεῖν(将说),其宾语由 ὅτι 从句充当。从句中的现在直陈语气 ἄγει(运送)保留了说话当时直接引语的时态(“你正在运送我”),以强调同时性。
  3. §1.137.4ἣν ψευδῶς προσεποιήσατο, τότε δι’ αὑτὸν οὐ διάλυσιν — 关系代词 ἣν(这桩事)的先行词是名词短语“桥梁的未拆毁”(τὴν τῶν γεφυρῶν... οὐ διάλυσιν),它在从句中充当动词 ψευδῶς προσεποιήσατο(虚假地声称为自己的功劳)的直接宾语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.137.1-1.137.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.137.1-1.137.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。