§1.133.1τότε δὴ οἱ ἔφοροι δείξαντος αὐτοῦ τὰ γράμματα μᾶλλον μὲν ἐπίστευσαν, αὐτήκοοι δὲ βουληθέντες ἔτι γενέσθαι αὐτοῦ Παυσανίου τι λέγοντος, ἀπὸ παρασκευῆς τοῦ ἀνθρώπου ἐπὶ Ταίναρον ἱκέτου οἰχομένου καὶ σκηνησαμένου διπλῆν διαφράγματι καλύβην, ἐς ἣν τῶν [τε] ἐφόρων ἐντός τινας ἔκρυψε, καὶ Παυσανίου ὡς αὐτὸν ἐλθόντος καὶ ἐρωτῶντος τὴν πρόφασιν τῆς ἱκετείας ᾔσθοντο πάντα σαφῶς, αἰτιωμένου τοῦ ἀνθρώπου τά τε περὶ αὐτοῦ γραφέντα καὶ τἆλλ’ ἀποφαίνοντος καθ’ ἕκαστον, ὡς οὐδὲν πώποτε αὐτὸν ἐν ταῖς πρὸς βασιλέα διακονίαις παραβάλοιτο, προτιμηθείη δ’ ἐν ἴσῳ τοῖς πολλοῖς τῶν διακόνων ἀποθανεῖν, κἀκείνου αὐτά τε ταῦτα ξυνομολογοῦντος καὶ περὶ τοῦ παρόντος οὐκ ἐῶντος ὀργίζεσθαι, ἀλλὰ πίστιν ἐκ τοῦ ἱεροῦ διδόντος τῆς ἀναστάσεως καὶ ἀξιοῦντος ὡς τάχιστα πορεύεσθαι καὶ μὴ τὰ πρασσόμενα διακωλύειν.
当时,监察官们见他出示了信件,便更加相信了,但他们仍希望亲耳听到保萨尼亚斯亲口说些什么。 于是,根据预先的安排,该男子以向神求庇护者的身份前往泰纳隆,并在那里搭建了一个带有隔墙的双重棚屋,将几名监察官藏在里面。 当保萨尼亚斯来到他那里并询问其求庇护的缘由时,监察官们便把一切都听得清清楚楚。 该男子控诉信中写下的关于自己的内容,并逐一指明其他细节,说明自己在为国王效劳的过程中从未出卖过保萨尼亚斯,却被优先挑出,像大多数仆从一样要被处死;而后者也承认了这些事实,并劝他不要对现状感到愤怒,而是向他保证可以安全离开神庙,并催促他尽快启程,切勿阻碍正在进行的事业。