§1.131.1οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι τό τε πρῶτον δι’ αὐτὰ ταῦτα ἀνεκάλεσαν αὐτόν, καὶ ἐπειδὴ τῇ Ἑρμιονίδι νηὶ τὸ δεύτερον ἐκπλεύσας οὐ κελευσάντων αὐτῶν τοιαῦτα ἐφαίνετο ποιῶν, καὶ ἐκ τοῦ Βυζαντίου βίᾳ ὑπ’ Ἀθηναίων ἐκπολιορκηθεὶς ἐς μὲν τὴν Σπάρτην οὐκ ἐπανεχώρει, ἐς δὲ Κολωνὰς τὰς Τρῳάδας ἱδρυθεὶς πράσσων τε ἐσηγγέλλετο αὐτοῖς ἐς τοὺς βαρβάρους καὶ οὐκ ἐπ’ ἀγαθῷ τὴν μονὴν ποιούμενος, οὕτω δὴ οὐκέτι ἐπέσχον, ἀλλὰ πέμψαντες κήρυκα οἱ ἔφοροι καὶ σκυτάλην εἶπον τοῦ κήρυκος μὴ λείπεσθαι, εἰ δὲ μή, πόλεμον αὐτῷ Σπαρτιάτας προαγορεύειν.
拉刻代蒙人察觉到这一点后,起初正是因为这些原因将他召回;而当他未经他们许可,第二次乘坐赫尔米奥尼的船只出航,显露出在做这些事情,且在被雅典人武力围困并逐出拜占庭后,他不仅没有返回斯巴达,反而在特罗阿斯的科洛奈安顿下来,并且他们收到报告说他与蛮族勾结,且他的滞留不怀好意时,他们终于不再观望,监察官们派遣了一名传令官并带去军简,命令他不得落后于传令官,否则,斯巴达人将向他宣战。
§1.131.2ὁ δὲ βουλόμενος ὡς ἥκιστα ὕποπτος εἶναι καὶ πιστεύων χρήμασι διαλύσειν τὴν διαβολὴν ἀνεχώρει τὸ δεύτερον ἐς Σπάρτην.
而他希望尽可能少地引起怀疑,并相信用金钱可以消除这些中伤,于是第二次返回了斯巴达。
καὶ ἐς μὲν τὴν εἱρκτὴν ἐσπίπτει τὸ πρῶτον ὑπὸ τῶν ἐφόρων (ἔξεστι δὲ τοῖς ἐφόροις τὸν βασιλέα δρᾶσαι τοῦτο), ἔπειτα διαπραξάμενος ὕστερον ἐξῆλθε καὶ καθίστησιν ἑαυτὸν ἐς κρίσιν τοῖς βουλομένοις περὶ αὐτῶν ἐλέγχειν.
起初,他被监察官们投入了监狱(监察官有权对国王这样做);但随后,他通过周旋在后来得以出狱,并使自己接受任何愿意就这些事务对他进行质询的人的审判。