§1.130.1ταῦτα λαβὼν ὁ Παυσανίας τὰ γράμματα, ὢν καὶ πρότερον ἐν μεγάλῳ ἀξιώματι ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν Πλαταιᾶσιν ἡγεμονίαν, πολλῷ τότε μᾶλλον ἦρτο καὶ οὐκέτι ἐδύνατο ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν, ἀλλὰ σκευάς τε Μηδικὰς ἐνδυόμενος ἐκ τοῦ Βυζαντίου ἐξῄει καὶ διὰ τῆς Θρᾴκης πορευόμενον αὐτὸν Μῆδοι καὶ Αἰγύπτιοι ἐδορυφόρουν, τράπεζάν τε Περσικὴν παρετίθετο καὶ κατέχειν τὴν διάνοιαν οὐκ ἐδύνατο,ἀλλ’ ἔργοις βραχέσι προυδήλου ἃ τῇ γνώμῃ μειζόνως ἐς ἔπειτα ἔμελλε πράξειν.
\n保萨尼阿斯收到这些信件后,虽然在此之前他因在普拉提亚的指挥而深受希腊人的高度推崇,但那时他变得更加骄横,无法再按既有的方式生活。 相反,他穿着波斯(美地亚)的服饰走出拜占庭,在旅经色雷斯时有美地亚人和埃及人担任他的卫士;他还为自己摆设波斯式的宴席,无法克制自己的意图,反而通过一些微小的举动,预先表露了未来他打算在心中更大规模付诸实施的计划。
§1.130.2δυσπρόσοδόν τε αὑτὸν παρεῖχε καὶ τῇ ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ἐς πάντας ὁμοίως ὥστε μηδένα δύνασθαι προσιέναι· δι’ ὅπερ καὶ πρὸς τοὺς Ἀθηναίους οὐχ ἥκιστα ἡ ξυμμαχία μετέστη.
\n\n他使自己变得难以接近,且对所有人一律发泄极其暴躁的脾气,以致无人能够接近他;正因如此,同盟尤其转向了雅典人那一边。