Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.129.1-1.129.3

薛西斯给保萨尼阿斯的回信与支持承诺

第 129 段,共 917 段 · 希腊语

内容简介

薛西斯对保萨尼阿斯的来信大为高兴,派遣阿尔塔巴佐斯出任新总督,并回信承诺全力支持,敦促保萨尼阿斯毫不拖延地积极推进他们的共同计划。

§1.129.1τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου, Ξέρξης δὲ ἥσθη τε τῇ ἐπιστολῇ καὶ ἀποστέλλει Ἀρτάβαζον τὸν Φαρνάκου ἐπὶ θάλασσαν καὶ κελεύει αὐτὸν τήν τε Δασκυλῖτιν σατραπείαν παραλαβεῖν Μεγαβάτην ἀπαλλάξαντα, ὃς πρότερον ἦρχε, καὶ παρὰ Παυσανίαν ἐς Βυζάντιον ἐπιστολὴν ἀντεπετίθει αὐτῷ ὡς τάχιστα διαπέμψαι καὶ τὴν σφραγῖδα ἀποδεῖξαι, καὶ ἤν τι αὐτῷ Παυσανίας παραγγέλλῃ περὶ τῶν ἑαυτοῦ πραγμάτων, πράσσειν ὡς ἄριστα καὶ πιστότατα.
信中写的就是这些。 薛西斯对这封信感到高兴,派法尔纳克斯之子阿尔塔巴佐斯前往海边,命令他免去此前担任总督的梅加巴特斯的职务,接管达斯基里翁的总督区;并交托他给在拜占庭的保萨尼阿斯的复信,要求尽快送达并展示印章,而且如果保萨尼阿斯就国王的事务向他提出任何要求,他都要尽最大努力且最忠诚地予以执行。
§1.129.2ὁ δὲ ἀφικόμενος τά τε ἄλλα ἐποίησεν ὥσπερ εἴρητο καὶ τὴν ἐπιστολὴν διέπεμψεν· §1.129.3ἀντενεγέγραπτο δὲ τάδε·
他到达后,按照吩咐做了其他一切事情,并送达了信件。
‘ὧδε λέγει βασιλεὺς Ξέρξης Παυσανίᾳ. καὶ τῶν ἀνδρῶν οὕς μοι πέραν θαλάσσης ἐκ Βυζαντίου ἔσωσας κείσεταί σοι εὐεργεσία ἐν τῷ ἡμετέρῳ οἴκῳ ἐς αἰεὶ ἀνάγραπτος, καὶ τοῖς λόγοις τοῖς ἀπὸ σοῦ ἀρέσκομαι.
复信内容如下:“国王薛西斯对保萨尼阿斯如是说:你从海那边的拜占庭为我救回的那些人,其恩情将永远记录在我们王室之中,我也满意你提出的提议。
καί σε μήτε νὺξ μήθ’ ἡμέρα ἐπισχέτω ὥστε ἀνεῖναι πράσσειν τι ὧν ἐμοὶ ὑπισχνῇ, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνῃ κεκωλύσθω μηδὲ στρατιᾶς πλήθει, εἴ ποι δεῖ παραγίγνεσθαι, ἀλλὰ μετ’ Ἀρταβάζου ἀνδρὸς ἀγαθοῦ, ὅν σοι ἔπεμψα, πρᾶσσε θαρσῶν καὶ τὰ ἐμὰ καὶ τὰ σὰ ὅπῃ κάλλιστα καὶ ἄριστα ἕξει ἀμφοτέροις.
愿日夜都无法阻碍你,使你在履行对我的诺言上有所松懈,即使需要前往某处,也不要因为金银的开支或军队的数量而阻碍你的行动;而是要与我派给你的杰出人士阿尔塔巴佐斯一起,大胆推进我的事务和你的事务,使其以对我们双方最美满和最妥善的方式进行。

词汇与语法注释

  1. §1.129.1τῶν ἑαυτοῦ πραγμάτων — 反身代词 ἑαυτοῦ 指代主句的主语薛西斯(国王)。因此,“他自己的事务”意为“国王的事务/国事”,但在上下文中也暗示了保萨尼阿斯与国王共同谋划的事情。
  2. §1.129.3τῶν ἀνδρῶν — 带有关系从句 οὕς ... ἔσωσας 的属格名词短语。它置于句首,作为表示主题或关于该事物的属格(“关于那些人……”),或者在实质上修饰后文的名词 εὐεργεσία(恩惠)。
  3. §1.129.3ὥστε ἀνεῖναι — 由 ὥστε 引导带不定式 ἀνεῖναι(ἀνίημι “松懈、懈怠”的活动不定式)的结果从句。表示强烈的劝告:“愿日夜都无法阻碍你,以至于在……上有所松懈”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.129.1-1.129.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.129.1-1.129.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。