§1.13.1δυνατωτέρας δὲ γιγνομένης τῆς Ἑλλάδος καὶ τῶν χρημάτων τὴν κτῆσιν ἔτι μᾶλλον ἢ πρότερον ποιουμένης τὰ πολλὰ τυραννίδες ἐν ταῖς πόλεσι καθίσταντο, τῶν προσόδων μειζόνων γιγνομένων (πρότερον δὲ ἦσαν ἐπὶ ῥητοῖς γέρασι πατρικαὶ βασιλεῖαι), ναυτικά τε ἐξηρτύετο ἡ Ἑλλάς, καὶ τῆς θαλάσσης μᾶλλον ἀντείχοντο.
随着希腊变得更加强大,并比以前更加致力于获取财富,由于收入的增加,大多数城市中建立起了僭主政治(在此之前,则是基于特定特权之上的世袭王政)。 同时,希腊开始整顿海军,人们也更加致力于海洋。
§1.13.2πρῶτοι δὲ Κορίνθιοι λέγονται ἐγγύτατα τοῦ νῦν τρόπου μεταχειρίσαι τὰ περὶ τὰς ναῦς, καὶ τριήρεις ἐν Κορίνθῳ πρῶτον τῆς Ἑλλάδος ναυπηγηθῆναι.
据说科林斯人最早以最接近现代的方式处理船只事务,并且三桅战船在希腊首次是在科林斯建造的。
§1.13.3φαίνεται δὲ καὶ Σαμίοις Ἀμεινοκλῆς Κορίνθιος ναυπηγὸς ναῦς ποιήσας τέσσαρας· ἔτη δ᾽ ἐστὶ μάλιστα τριακόσια ἐς τὴν τελευτὴν τοῦδε τοῦ πολέμου ὅτε Ἀμεινοκλῆς Σαμίοις ἦλθεν.
显然,科林斯的造船匠阿梅诺克莱斯也曾为萨摩斯人建造了四艘船;从阿梅诺克莱斯前往萨摩斯人那里,到这场战争结束,大约有三百年。
§1.13.4ναυμαχία τε παλαιτάτη ὧν ἴσμεν γίγνεται Κορινθίων πρὸς Κερκυραίους· ἔτη δὲ μάλιστα καὶ ταύτῃ ἑξήκοντα καὶ διακόσιά ἐστι μέχρι τοῦ αὐτοῦ χρόνου.
在我们所知的海战中,最古老的一场是科林斯人对阵科尔库拉人;到同一时期为止,这场海战大约也有二百六十年。
§1.13.5οἰκοῦντες γὰρ τὴν πόλιν οἱ Κορίνθιοι ἐπὶ τοῦ Ἰσθμοῦ αἰεὶ δή ποτε ἐμπόριον εἶχον, τῶν Ἑλλήνων τὸ πάλαι κατὰ γῆν τὰ πλείω ἢ κατὰ θάλασσαν, τῶν τε ἐντὸς Πελοποννήσου καὶ τῶν ἔξω, διὰ τῆς ἐκείνων παρ’ ἀλλήλους ἐπιμισγόντων, χρήμασί τε δυνατοὶ ἦσαν, ὡς καὶ τοῖς παλαιοῖς ποιηταῖς δεδήλωται· ἀφνειὸν γὰρ ἐπωνόμασαν τὸ χωρίον.
因为科林斯人居住在地峡上的城市,自古以来就一直拥有一个贸易场所。 古时候的希腊人,无论是伯罗奔尼撒内部还是外部的,彼此之间的往来更多是通过陆路而非海路,他们都要经过科林斯人的土地。 因此,科林斯人在财富上非常强大,正如古老的诗人所表明的那样,因为他们将该地称为“富裕的”。
ἐπειδή τε οἱ Ἕλληνες μᾶλλον ἔπλῳζον, τὰς ναῦς κτησάμενοι τὸ λῃστικὸν καθῄρουν, καὶ ἐμπόριον παρέχοντες ἀμφότερα δυνατὴν ἔσχον χρημάτων προσόδῳ τὴν πόλιν.
当希腊人更多地进行海上航行时,科林斯人建造了船只,消灭了海盗,并为陆路和海路双方提供贸易便利,从而在财政收入方面使他们的城市变得强大。
§1.13.6καὶ Ἴωσιν ὕστερον πολὺ γίγνεται ναυτικὸν ἐπὶ Κύρου Περσῶν πρώτου βασιλεύοντος καὶ Καμβύσου τοῦ υἱέος αὐτοῦ, τῆς τε καθ’ ἑαυτοὺς θαλάσσης Κύρῳ πολεμοῦντες ἐκράτησάν τινα χρόνον.
很久以后,在波斯第一任国王居鲁士及其儿子冈比西斯统治时期,爱奥尼亚人也拥有了海军。 他们在与居鲁士作战时,曾一度控制了他们周围的海域。
καὶ Πολυκράτης Σάμου τυραννῶν ἐπὶ Καμβύσου ναυτικῷ ἰσχύων ἄλλας τε τῶν νήσων ὑπηκόους ἐποιήσατο καὶ Ῥήνειαν ἑλὼν ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ.
此外,在冈比西斯时期担任萨摩斯僭主的波利克拉特斯,凭借海军力量强大,使部分岛屿臣服,并在攻占雷内亚后,将其献给了德洛斯的阿波罗。
Φωκαῆς τε Μασσαλίαν οἰκίζοντες Καρχηδονίους ἐνίκων ναυμαχοῦντες·
而正在建立马萨利亚的福凯亚人,在海战中击败了迦太基人。