§1.14.1δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν.
因为这些是当时最强大的海军。
φαίνεται δὲ καὶ ταῦτα πολλαῖς γενεαῖς ὕστερα γενόμενα τῶν Τρωικῶν τριήρεσι μὲν ὀλίγαις χρώμενα, πεντηκοντόροις δ’ ἔτι καὶ πλοίοις μακροῖς ἐξηρτυμένα ὥσπερ ἐκεῖνα.
然而显而易见,即使是这些在特洛伊战争许多代以后才出现的军力,也只使用了很少的三桅战船,而像当时那些船只一样,仍然装备着五十桨战船和长船。
§1.14.2ὀλίγον τε πρὸ τῶν Μηδικῶν καὶ τοῦ Δαρείου θανάτου, ὃς μετὰ Καμβύσην Περσῶν ἐβασίλευσε, τριήρεις περί τε Σικελίαν τοῖς τυράννοις ἐς πλῆθος ἐγένοντο καὶ Κερκυραίοις· ταῦτα γὰρ τελευταῖα πρὸ τῆς Ξέρξου στρατείας ναυτικὰ ἀξιόλογα ἐν τῇ Ἑλλάδι κατέστη.
在希波战争之前不久,也就是在继冈比西斯之后统治波斯的大流士去世前不久,西西里的僭主们和科尔库拉人才拥有了大量的三桅战船;因为在薛西斯远征之前,这些是在希腊建立起来的最后一批值得注意的海军。
§1.14.3Αἰγινῆται γὰρ καὶ Ἀθηναῖοι, καὶ εἴ τινες ἄλλοι, βραχέα ἐκέκτηντο, καὶ τούτων τὰ πολλὰ πεντηκοντόρους·
因为埃吉纳人和雅典人,以及其他可能存在的人,只拥有很少的船只,且其中大部分是五十桨战船。
ὀψέ τε ἀφ’ οὗ Ἀθηναίους Θεμιστοκλῆς ἔπεισεν Αἰγινήταις πολεμοῦντας, καὶ ἅμα τοῦ βαρβάρου προσδοκίμου ὄντος, τὰς ναῦς ποιήσασθαι αἷσπερ καὶ ἐναυμάχησαν· καὶ αὗται οὔπω εἶχον διὰ πάσης καταστρώματα.
直到很晚的时候,地米斯托克利才说服了正在与埃吉纳人交战、同时又预料到蛮族即将来袭的雅典人,去建造他们后来实际用于海战的那些战船;而且这些战船当时还没有装设贯通全船的甲板。