§1.12.1ἐπεὶ καὶ μετὰ τὰ Τρωικὰ ἡ Ἑλλὰς ἔτι μετανίστατό τε καὶ κατῳκίζετο, ὥστε μὴ ἡσυχάσασαν αὐξηθῆναι.
因为即使在特洛伊战争之后,希腊依然在经历着移民和重新定居,以至于未能获得安宁而得以发展。
§1.12.2ἥ τε γὰρ ἀναχώρησις τῶν Ἑλλήνων ἐξ Ἰλίου χρονία γενομένη πολλὰ ἐνεόχμωσε, καὶ στάσεις ἐν ταῖς πόλεσιν ὡς ἐπὶ πολὺ ἐγίγνοντο, ἀφ’ ὧν ἐκπίπτοντες τὰς πόλεις ἔκτιζον.
的确,希腊人从伊利翁的撤退因拖延日久而引起了许多变革,各城市中普遍发生了党争,人们因被从中驱逐而建立起新的城市。
§1.12.3Βοιωτοί τε γὰρ οἱ νῦν ἑξηκοστῷ ἔτει μετὰ Ἰλίου ἅλωσιν ἐξ Ἄρνης ἀναστάντες ὑπὸ Θεσσαλῶν τὴν νῦν μὲν Βοιωτίαν, πρότερον δὲ Καδμηίδα γῆν καλουμένην ᾤκισαν (ἦν δὲ αὐτῶν καὶ ἀποδασμὸς πρότερον ἐν τῇ γῇ ταύτῃ, ἀφ’ ὧν καὶ ἐς Ἴλιον ἐστράτευσαν), Δωριῆς τε ὀγδοηκοστῷ ἔτει ξὺν Ἡρακλείδαις Πελοπόννησον ἔσχον.
例如,如今的波奥蒂亚人在伊利翁沦陷后的第六十年被萨萨利亚人从阿耳涅驱逐,定居于如今称为波奥蒂亚、而此前称为卡德梅伊斯的地方(不过,先前在这片土地上也曾有他们的一支分流,他们中也有人曾向伊利翁出征);而多利安人在第八十年与赫拉克勒斯后裔一同占领了伯罗奔尼撒。
§1.12.4μόλις τε ἐν πολλῷ χρόνῳ ἡσυχάσασα ἡ Ἑλλὰς βεβαίως καὶ οὐκέτι ἀνισταμένη ἀποικίας ἐξέπεμψε, καὶ Ἴωνας μὲν Ἀθηναῖοι καὶ νησιωτῶν τοὺς πολλοὺς ᾤκισαν, Ἰταλίας δὲ καὶ Σικελίας τὸ πλεῖστον Πελοποννήσιοι τῆς τε ἄλλης Ἑλλάδος ἔστιν ἃ χωρία.
经过了漫长的时间,希腊终于获得了稳固的安宁,不再发生动荡,于是开始派遣殖民者。 雅典人使爱奥尼亚和大多数岛民定居,而伯罗奔尼撒人则在意大利和西西里的大部分地区以及希腊其他的一些地方建立了殖民地。
πάντα δὲ ταῦτα ὕστερον τῶν Τρωικῶν ἐκτίσθη.
所有这些地方都是在特洛伊战争之后建立的。