§1.127.1τοῦτο δὴ τὸ ἄγος οἱ Λακεδαιμόνιοι ἐκέλευον ἐλαύνειν δῆθεν τοῖς θεοῖς πρῶτον τιμωροῦντες, εἰδότες δὲ Περικλέα τὸν Ξανθίππου προσεχόμενον αὐτῷ κατὰ τὴν μητέρα καὶ νομίζοντες ἐκπεσόντος αὐτοῦ ῥᾷον 〈ἂν〉 σφίσι προχωρεῖν τὰ ἀπὸ τῶν Ἀθηναίων.
拉栖代梦人要求驱逐这一诅咒,表面上主要是为了替神明复仇,但实际上是因为他们知道克桑提普斯之子伯里克利在母亲这一方与此诅咒有关联,并认为如果他被驱逐,他们与雅典人之间的交涉将会进行得更加顺利。
§1.127.2οὐ μέντοι τοσοῦτον ἤλπιζον παθεῖν ἂν αὐτὸν τοῦτο ὅσον διαβολὴν οἴσειν αὐτῷ πρὸς τὴν πόλιν ὡς καὶ διὰ τὴν ἐκείνου ξυμφορὰν τὸ μέρος ἔσται ὁ πόλεμος.
然而,他们其实并不十分指望他真的会遭受这种放逐,而更多是想在城邦公民中给他带来恶评,使人们认为战争的爆发部分也是由于他那一族的厄运。
§1.127.3ὢν γὰρ δυνατώτατος τῶν καθ’ ἑαυτὸν καὶ ἄγων τὴν πολιτείαν ἠναντιοῦτο πάντα τοῖς Λακεδαιμονίοις, καὶ οὐκ εἴα ὑπείκειν, ἀλλ’ ἐς τὸν πόλεμον ὥρμα τοὺς Ἀθηναίους.
因为他是同时代人中最有权势、且主导着国政的人,他在所有事情上都反对拉栖代梦人,不许雅典人让步,反而极力推动雅典人走向战争。