§1.125.1οἱ δὲ Λακεδαιμόνιοι ἐπειδὴ ἀφ’ ἁπάντων ἤκουσαν γνώμην, ψῆφον ἐπήγαγον τοῖς ξυμμάχοις ἅπασιν ὅσοι παρῆσαν ἑξῆς, καὶ μείζονι καὶ ἐλάσσονι πόλει· καὶ τὸ πλῆθος ἐψηφίσαντο πολεμεῖν.
拉栖代梦人在听取了所有人的意见后,向所有在场的盟国,无论大国还是小国,依次提请表决;而多数派决议开战。
§1.125.2δεδογμένον δὲ αὐτοῖς εὐθὺς μὲν ἀδύνατα ἦν ἐπιχειρεῖν ἀπαρασκεύοις οὖσιν, ἐκπορίζεσθαι δὲ ἐδόκει ἑκάστοις ἃ πρόσφορα ἦν καὶ μὴ εἶναι μέλλησιν.
虽然开战已成决议,但在毫无准备的情况下,他们无法立即采取行动,因此决定由各国各自筹措所需的物资,且不得有任何拖延。
ὅμως δὲ καθισταμένοις ὧν ἔδει ἐνιαυτὸς μὲν οὐ διετρίβη, ἔλασσον δέ, πρὶν ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν καὶ τὸν πόλεμον ἄρασθαι φανερῶς.
然而,在他们筹备所需物资的过程中,还未满一年,甚至更短的时间内,他们便入侵了阿提卡,并公开宣告开战。