§1.124.1‘ὥστε πανταχόθεν καλῶς ὑπάρχον ὑμῖν πολεμεῖν καὶ ἡμῶν κοινῇ τάδε παραινούντων, εἴπερ βεβαιότατον τὸ ταὐτὰ ξυμφέροντα καὶ πόλεσι καὶ ἰδιώταις εἶναι, μὴ μέλλετε Ποτειδεάταις τε ποιεῖσθαι τιμωρίαν οὖσι Δωριεῦσι καὶ ὑπὸ Ἰώνων πολιορκουμένοις, οὗ πρότερον ἦν τοὐναντίον, καὶ τῶν ἄλλων μετελθεῖν τὴν ἐλευθερίαν, ὡς οὐκέτι ἐνδέχεται περιμένοντας τοὺς μὲν ἤδη βλάπτεσθαι, τοὺς δ᾽, εἰ γνωσθησόμεθα ξυνελθόντες μέν, ἀμύνεσθαι δὲ οὐ τολμῶντες, μὴ πολὺ ὕστερον τὸ αὐτὸ πάσχειν·
“因此,既然在各方面你们都具备了开战的有利条件,而且我们共同提出这些建议,如果对于国家和个人而言,利益一致确实是最可靠的纽带,那么,请不要迟疑去向波提狄亚人提供援助——他们是多利安人,却正被伊奥尼亚人包围,这与以前的情况恰好相反——也不要迟疑去争取其他人的自由;因为我们已经不能再等待下去了,一些人已经遭受了侵害,而另一些人——如果我们被看穿虽然聚集在一起却不敢自卫的话——不久也将遭受同样的命运。
§1.124.2ἀλλὰ νομίσαντες ἐς ἀνάγκην ἀφῖχθαι, ὦ ἄνδρες ξύμμαχοι, καὶ ἅμα τάδε ἄριστα λέγεσθαι, ψηφίσασθε τὸν πόλεμον μὴ φοβηθέντες τὸ αὐτίκα δεινόν, τῆς δ’ ἀπ’ αὐτοῦ διὰ πλείονος εἰρήνης ἐπιθυμήσαντες·
盟国的诸位,请认识到我们已经陷入了无可避免的必然境地,同时也相信这些建议是最好的,因此请决议开战,不要畏惧眼前的危险,而要追求通过战争所能获得的更长久的和平。
ἐκ πολέμου μὲν γὰρ εἰρήνη μᾶλλον βεβαιοῦται, ἀφ’ ἡσυχίας δὲ μὴ πολεμῆσαι οὐχ ὁμοίως ἀκίνδυνον.
因为通过战争,和平才能更加稳固,而因贪图安逸而不愿开战,绝非同样安全。
§1.124.3καὶ τὴν καθεστηκυῖαν ἐν τῇ Ἑλλάδι πόλιν τύραννον ἡγησάμενοι ἐπὶ πᾶσιν ὁμοίως καθεστάναι, ὥστε τῶν μὲν ἤδη ἄρχειν, τῶν δὲ διανοεῖσθαι,παραστησώμεθα ἐπελθόντες, καὶ αὐτοί τε ἀκινδύνως τὸ λοιπὸν οἰκῶμεν καὶ τοὺς νῦν δεδουλωμένους Ἕλληνας ἐλευθερώσωμεν.
我们应当认识到,在希腊建立起来的那个僭主城邦是针对所有人而设立的,它已经统治了部分人,并企图统治其余的人;让我们发起进攻去降伏它,使我们自己今后能无危险地生活,并解放那些如今被奴役的希腊人。
’ τοιαῦτα μὲν οἱ Κορίνθιοι εἶπον.
”科林斯人如此说道。