§1.123.1τὰ μὲν οὖν προγεγενημένα τί δεῖ μακρότερον ἢ ἐς ὅσον τοῖς νῦν ξυμφέρει αἰτιᾶσθαι;
那么,对于过去已经发生的事,除了对现在有益的分量之外,又何必多加指责呢?
περὶ δὲ τῶν ἔπειτα μελλόντων τοῖς παροῦσι βοηθοῦντας χρὴ ἐπιταλαιπωρεῖν (πάτριον γὰρ ὑμῖν ἐκ τῶν πόνων τὰς ἀρετὰς κτᾶσθαι), καὶ μὴ μεταβάλλειν τὸ ἔθος, εἰ ἄρα πλούτῳ τε νῦν καὶ ἐξουσίᾳ ὀλίγον προφέρετε (οὐ γὰρ δίκαιον ἃ τῇ ἀπορίᾳ ἐκτήθη τῇ περιουσίᾳ ἀπολέσθαι), ἀλλὰ θαρσοῦντας ἰέναι κατὰ πολλὰ ἐς τὸν πόλεμον, τοῦ τε θεοῦ χρήσαντος καὶ αὐτοῦ ὑποσχομένου ξυλλήψεσθαι καὶ τῆς ἄλλης Ἑλλάδος ἁπάσης ξυναγωνιουμένης, τὰ μὲν φόβῳ, τὰ δὲ ὠφελίᾳ.
但是关于此后的未来,我们必须通过维持现状来继续奋斗(因为从艰苦中获得美德是你们祖传的传统),并且不要改变这种习惯,即使你们现在在财富和权力上稍占优势(因为在贫困中获得的东西在富足中失去是不正当的);而应满怀信心地从多方面投入战争,不仅神已经降下神谕并亲自许诺予以协助,而且其余的整个希腊也将共同战斗,有的是出于恐惧,有的是为了利益。
§1.123.2σπονδάς τε οὐ λύσετε πρότεροι, ἅς γε καὶ ὁ θεὸς κελεύων πολεμεῖν νομίζει παραβεβάσθαι, ἠδικημέναις δὲ μᾶλλον βοηθήσετε·
而且你们不会首先破坏和约,因为即使是神,在命令进行战争时,也认为和约已经被违反了;相反,你们是去援助被侵犯的和约。
λύουσι γὰρ οὐχ οἱ ἀμυνόμενοι, ἀλλ’ οἱ πρότεροι ἐπιόντες.
因为破坏和约的不是那些自卫的人,而是那些首先进攻的人。