§1.122.1ὑπάρχουσι δὲ καὶ ἄλλαι ὁδοὶ τοῦ πολέμου ἡμῖν, ξυμμάχων τε ἀπόστασις, μάλιστα παραίρεσις οὖσα τῶν προσόδων αἷς ἰσχύουσι, καὶ ἐπιτειχισμὸς τῇ χώρᾳ, ἄλλα τε ὅσα οὐκ ἄν τις νῦν προΐδοι.
我们还有其他进行战争的途径:同盟国的倒戈,这尤其是剥夺了他们赖以生存的收入,以及在他们的领土上建立军事据点,以及其他许多目前无人能预见的事情。
ἥκιστα γὰρ πόλεμος ἐπὶ ῥητοῖς χωρεῖ, αὐτὸς δὲ ἀφ’ αὑτοῦ τὰ πολλὰ τεχνᾶται πρὸς τὸ παρατυγχάνον·
因为战争最不遵循固定的规则,而是大多根据突发情况自行想出应对办法。
ἐν ᾧ ὁ μὲν εὐοργήτως αὐτῷ προσομιλήσας βεβαιότερος, ὁ δ’ ὀργισθεὶς περὶ αὐτὸν οὐκ ἐλάσσω πταίει.
在战争中,能冷静应对的人更为安全,而对战争动怒的人则会犯下不小的错误。
§1.122.2‘ἐνθυμώμεθα δὲ καὶ ὅτι εἰ μὲν ἡμῶν ἦσαν ἑκάστοις πρὸς ἀντιπάλους περὶ γῆς ὅρων αἱ διαφοραί, οἰστὸν ἂν ἦν· νῦν δὲ πρὸς ξύμπαντάς τε ἡμᾶς Ἀθηναῖοι ἱκανοὶ καὶ κατὰ πόλιν ἔτι δυνατώτεροι, ὥστε εἰ μὴ καὶ ἁθρόοι καὶ κατὰ ἔθνη καὶ ἕκαστον ἄστυ μιᾷ γνώμῃ ἀμυνούμεθα αὐτούς, δίχα γε ὄντας ἡμᾶς ἀπόνως χειρώσονται.
“我们还应该考虑到,如果我们每个人与势均力敌的对手之间只是关于土地边界的争端,那还是可以忍受的;但现实情况是,雅典人不仅足以对付我们全体,对我们各个城市而言甚至更加强大。 因此,除非我们全体团结一致,按民族、按每个城市,以统一的意志去抵抗他们,否则他们将不费吹灰之力地征服分裂的我们。
καὶ τὴν ἧσσαν, εἰ καὶ δεινόν τῳ ἀκοῦσαι, ἴστω οὐκ ἄλλο τι φέρουσαν ἢ ἄντικρυς δουλείαν·
而且,必须要知道,战败——即使这对某些人来说听起来很可怕——带来的别无他物,只有赤裸裸的奴役。
§1.122.3ὃ καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῇ Πελοποννήσῳ καὶ πόλεις τοσάσδε ὑπὸ μιᾶς κακοπαθεῖν.
这件事对于伯罗奔尼撒来说,即使在口头上产生动摇也是可耻的,这么多城市受制于一个城市并遭受苦难也是可耻的。
ἐν ᾧ ἢ δικαίως δοκοῖμεν ἂν πάσχειν ἢ διὰ δειλίαν ἀνέχεσθαι καὶ τῶν πατέρων χείρους φαίνεσθαι, οἳ τὴν Ἑλλάδα ἠλευθέρωσαν, ἡμεῖς δὲ οὐδ’ ἡμῖν αὐτοῖς βεβαιοῦμεν αὐτό, τύραννον δὲ ἐῶμεν ἐγκαθεστάναι πόλιν, τοὺς δ’ ἐν μιᾷ μονάρχους ἀξιοῦμεν καταλύειν.
在那种情况下,我们若非被认为是在遭受应得的惩罚,就是因为懦弱而忍气吞声,并显得比我们的父辈还要差劲——他们解放了全希腊,而我们却连自己的自由都无法保障,反而容忍一个僭主城市骑在我们头上,尽管我们还认为推翻单一城市里的独裁者是理所当然的。
§1.122.4καὶ οὐκ ἴσμεν ὅπως τάδε τριῶν τῶν μεγίστων ξυμφορῶν ἀπήλλακται, ἀξυνεσίας ἢ μαλακίας ἢ ἀμελείας.
我们不知道,这种行为如何能够免于三大最严重的祸害:愚蠢、懦弱或懈怠。
οὐ γὰρ δὴ πεφευγότες αὐτὰ ἐπὶ τὴν πλείστους δὴ βλάψασαν καταφρόνησιν κεχωρήκατε, ἣ ἐκ τοῦ πολλοὺς σφάλλειν τὸ ἐναντίον ὄνομα ἀφροσύνη μετωνόμασται.
因为你们绝不是在逃避了这些祸害之后,转而求助于那种确实伤害了最多人的对敌人的‘轻蔑’——这种轻蔑因其让许多人栽了跟头,而被重新冠以其相反的名字,即‘愚蠢’。 ”