§1.118.1μετὰ ταῦτα δὲ ἤδη γίγνεται οὐ πολλοῖς ἔτεσιν ὕστερον τὰ προειρημένα, τά τε Κερκυραϊκὰ καὶ τὰ Ποτειδεατικὰ καὶ ὅσα πρόφασις τοῦδε τοῦ πολέμου κατέστη.
这些事件后没过几年,便发生了前面所提到的事情,即关于科孚(克基拉)和波提狄亚的纠纷,以及所有成为这场战争借口的事情。
§1.118.2ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα μάλιστα μεταξὺ τῆς τε Ξέρξου ἀναχωρήσεως καὶ τῆς ἀρχῆς τοῦδε τοῦ πολέμου·
希腊人相互之间以及对野蛮人所进行的所有这些行动,大约发生在薛西斯撤退与这场战争开始之间的五十年内。
ἐν οἷς οἱ Ἀθηναῖοι τήν τε ἀρχὴν ἐγκρατεστέραν κατεστήσαντο καὶ αὐτοὶ ἐπὶ μέγα ἐχώρησαν δυνάμεως, οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι οὔτε ἐκώλυον εἰ μὴ ἐπὶ βραχύ, ἡσύχαζόν τε τὸ πλέον τοῦ χρόνου, ὄντες μὲν καὶ πρὸ τοῦ μὴ ταχεῖς ἰέναι ἐς τοὺς πολέμους, ἢν μὴ ἀναγκάζωνται, τὸ δέ τι καὶ πολέμοις οἰκείοις ἐξειργόμενοι, πρὶν δὴ ἡ δύναμις τῶν Ἀθηναίων σαφῶς ᾔρετο καὶ τῆς ξυμμαχίας αὐτῶν ἥπτοντο.
在此期间,雅典人使自己的统治更加巩固,自身也极大地增强了力量;而拉刻代蒙人虽然察觉到了这一点,但除了在极少的情况下,并未加以阻止,而在大部分时间里保持着平静。 因为在此之前,除非受到迫使,他们本就不急于投入战争,而且在一定程度上也受到国内战争的阻碍,直到雅典的力量显而易见地崛起,并且开始触及他们的同盟。
τότε δὲ οὐκέτι ἀνασχετὸν ἐποιοῦντο, ἀλλ’ ἐπιχειρητέα ἐδόκει εἶναι πάσῃ προθυμίᾳ καὶ καθαιρετέα ἡ ἰσχύς, ἢν δύνωνται, ἀραμένοις τόνδε τὸν πόλεμον.
至此,他们觉得再也不能容忍了,而是认为必须以全部的热情,如果可能的话,通过承担起这场战争,来摧毁雅典的势力。
§1.118.3αὐτοῖς μὲν οὖν τοῖς Λακεδαιμονίοις διέγνωστο λελύσθαι τε τὰς σπονδὰς καὶ τοὺς Ἀθηναίους ἀδικεῖν, πέμψαντες δὲ ἐς Δελφοὺς ἐπηρώτων τὸν θεὸν εἰ πολεμοῦσιν ἄμεινον ἔσται·
于是,拉刻代蒙人自己已经判定和约已被破坏,且雅典人理亏。 他们派遣使者去德尔斐,询问神明如果他们诉诸战争是否会更好。
ὁ δὲ ἀνεῖλεν αὐτοῖς, ὡς λέγεται, κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι, καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι καὶ παρακαλούμενος καὶ ἄκλητος.
据传说,神明向他们谕示,如果他们竭尽全力进行战争,胜利将属于他们,并表示神明自己无论是受到祈求还是不被祈求,都会予以协助。