§1.116.1Ἀθηναῖοι δὲ ὡς ᾔσθοντο, πλεύσαντες ναυσὶν ἑξήκοντα ἐπὶ Σάμου ταῖς μὲν ἑκκαίδεκα τῶν νεῶν οὐκ ἐχρήσαντο (ἔτυχον γὰρ αἱ μὲν ἐπὶ Καρίας ἐς προσκοπὴν τῶν Φοινισσῶν νεῶν οἰχόμεναι, αἱ δὲ ἐπὶ Χίου καὶ Λέσβου περιαγγέλλουσαι βοηθεῖν), τεσσαράκοντα δὲ ναυσὶ καὶ τέσσαρσι Περικλέους δεκάτου αὐτοῦ στρατηγοῦντος ἐναυμάχησαν πρὸς Τραγίᾳ τῇ νήσῳ Σαμίων ναυσὶν ἑβδομήκοντα, ὧν ἦσαν αἱ εἴκοσι στρατιώτιδες (ἔτυχον δὲ αἱ πᾶσαι ἀπὸ Μιλήτου πλέουσαι), καὶ ἐνίκων Ἀθηναῖοι.
\n雅典人获悉此事后,率领六十艘战船驶往萨摩斯。 他们没有使用其中的十六艘战船(因为其中一部分战船恰好已驶往卡里亚去侦察腓尼基战船,而另一部分则前往希奥和莱斯博斯呼吁援助),而在伯里克利本人作为十位将军之一指挥下,他们以四十四艘战船,在特拉吉亚岛附近与萨摩斯人的七十艘战船交战,其中有二十艘是运兵船(而这些战船恰好全部是从米利都航行而来);雅典人获得了胜利。
§1.116.2ὕστερον δὲ αὐτοῖς ἐβοήθησαν ἐκ τῶν Ἀθηνῶν νῆες τεσσαράκοντα καὶ Χίων καὶ Λεσβίων πέντε καὶ εἴκοσι, καὶ ἀποβάντες καὶ κρατοῦντες τῷ πεζῷ ἐπολιόρκουν τρισὶ τείχεσι τὴν πόλιν καὶ ἐκ θαλάσσης ἅμα.
\n\n后来,来自雅典的四十艘战船以及来自希奥人和莱斯博斯人的二十五艘战船前来支援他们;他们登岸并在陆战中获胜,便用三道围墙,并同时从海上包围了该城。
§1.116.3Περικλῆς δὲ λαβὼν ἑξήκοντα ναῦς ἀπὸ τῶν ἐφορμουσῶν ᾤχετο κατὰ τάχος ἐπὶ Καύνου καὶ Καρίας, ἐσαγγελθέντων ὅτι Φοίνισσαι νῆες ἐπ’ αὐτοὺς πλέουσιν· ᾤχετο γὰρ καὶ ἐκ τῆς Σάμου πέντε ναυσὶ Στησαγόρας καὶ ἄλλοι ἐπὶ τὰς Φοινίσσας.
\n\n然而,伯里克利从执行封锁任务的战船中抽调了六十艘,急忙驶往考诺斯 and 卡里亚,因为有报告称腓尼基战船正向他们驶来;因为斯特萨戈拉斯及其他人也已率领五艘战船从萨摩斯出发去迎击腓尼基人。