§1.102.1Λακεδαιμόνιοι δέ, ὡς αὐτοῖς πρὸς τοὺς ἐν Ἰθώμῃ ἐμηκύνετο ὁ πόλεμος, ἄλλους τε ἐπεκαλέσαντο ξυμμάχους καὶ Ἀθηναίους· οἱ δ’ ἦλθον Κίμωνος στρατηγοῦντος πλήθει οὐκ ὀλίγῳ.
然而,由于与在伊托梅山那些人的战争对拉栖代梦人来说拖延了下去,他们便召集了其他盟友,同时也召集了雅典人;雅典人在基蒙的统帅下,率领人数众多的军队前来了。
§1.102.2μάλιστα δ’ αὐτοὺς ἐπεκαλέσαντο ὅτι τειχομαχεῖν ἐδόκουν δυνατοὶ εἶναι, τοῖς δὲ πολιορκίας μακρᾶς καθεστηκυίας τούτου ἐνδεᾶ ἐφαίνετο· βίᾳ γὰρ ἂν εἷλον τὸ χωρίον.
他们特别召集雅典人,是因为雅典人似乎擅长攻坚城防,而对于他们自己,由于长期围困已经形成,在这方面显得有所欠缺;因为[若非如此]他们本可以凭武力攻克该地。
§1.102.3καὶ διαφορὰ ἐκ ταύτης τῆς στρατείας πρῶτον Λακεδαιμονίοις καὶ Ἀθηναίοις φανερὰ ἐγένετο.
正是通过这次远征,拉栖代梦人与雅典人之间的分歧首次公开显露出来。
οἱ γὰρ Λακεδαιμόνιοι, ἐπειδὴ τὸ χωρίον βίᾳ οὐχ ἡλίσκετο, δείσαντες τῶν Ἀθηναίων τὸ τολμηρὸν καὶ τὴν νεωτεροποιίαν, καὶ ἀλλοφύλους ἅμα ἡγησάμενοι, μή τι, ἢν παραμείνωσιν, ὑπὸ τῶν ἐν Ἰθώμῃ πεισθέντες νεωτερίσωσι, μόνους τῶν ξυμμάχων ἀπέπεμψαν, τὴν μὲν ὑποψίαν οὐ δηλοῦντες, εἰπόντες δὲ ὅτι οὐδὲν προσδέονται αὐτῶν ἔτι.
因为拉栖代梦人眼见该地无法用武力攻取,便害怕起雅典人的大胆和喜好变革,同时又考虑到他们是异族,担心他们如果留下来,可能会受到伊托梅山那些人的游说而发动某种变革,于是便在盟友中只把他们遣送了回去,表面上不表露疑心,只说已经不再需要他们了。
§1.102.4οἱ δ’ Ἀθηναῖοι ἔγνωσαν οὐκ ἐπὶ τῷ βελτίονι λόγῳ ἀποπεμπόμενοι, ἀλλά τινος ὑπόπτου γενομένου, καὶ δεινὸν ποιησάμενοι καὶ οὐκ ἀξιώσαντες ὑπὸ Λακεδαιμονίων τοῦτο παθεῖν, εὐθὺς ἐπειδὴ ἀνεχώρησαν, ἀφέντες τὴν γενομένην ἐπὶ τῷ Μήδῳ ξυμμαχίαν πρὸς αὐτοὺς Ἀργείοις τοῖς ἐκείνων πολεμίοις ξύμμαχοι ἐγένοντο, καὶ πρὸς Θεσσαλοὺς ἅμα ἀμφοτέροις οἱ αὐτοὶ ὅρκοι καὶ ξυμμαχία κατέστη.
雅典人察觉到,他们被遣返回去并不是因为什么冠冕堂皇的理由,而是因为产生了某种怀疑;他们对此感到愤慨,认为自己不该受到拉栖代梦人这样的对待,于是一撤回就立即废除了与他们共同对抗波斯人(美底亚人)的同盟,转而与后者的敌人阿哥斯人结盟。 同时,他们双方(雅典人和阿哥斯人)也与色萨利人订立了相同的誓约并结成了同盟。