§7.4Στιχ. δ΄.
第四節。
Ἐγὼ ἐπάγω ὑετὸν (ἐπὶ) τὴν γῆν τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας.
「私は四十日四十夜、地上に雨を降らせる。
Καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπουἕως κτήνους.
そして私が造ったすべての生き物を、地の面から、人間から家畜に至るまで消し去る。
Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν;
」なぜ一体、神は洪水によって人間の群れを滅ぼされたのだろうか。
Ἐξαλεῖψαι τοῦ Κάῖν τὸ γένος ἠθέλησε·
カインの一族を消し去ることを望まれたのである。
ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσεβῶν ἡ φυλή·
しかし、敬虔な者たちの部族も彼らと混じり合ってしまった。
διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν.
そのため、彼らもまた刑罰を共にすることになったのである。
Ἀρχὴν δέ τινα καιτοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ ὄντα καὶ δίκαιον, καὶ ἐκ τῆς τῶν συγγενῶν εὐσεβείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα.
そして、人類の生の新たな始まりをもたらすことを望んで、ノアとその息子たちを彼らの妻たちと共に保護された。 ノアは敬虔で正しい人であり、親族の敬虔さから生まれ、不法な混交を憎んでいたからである。
Οὐ μὴν, ὥς τινές φασιν, ὀργῇ (4) τινι καὶ μεταμελείᾳ ταῦτα πεποίηκε.
しかし、一部の人々が言うように、神がいかなる怒りや後悔によってこれらを行われたのではない。
Ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις, ἐλευθέρα παθῶν.
これらは実に人間の受動的感情(情念)であり、神の本性は情念から自由だからである。
Ἄλλως τε ἡ μεταμέλεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλληλος·
さらに、後悔というものは、経験した後に物事の本質を学ぶ者たちに適したものである。
εἶτα τῇ πείρᾳ μανθάνοντες ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται.
そのような者たちは、経験によって自分たちが正しく計画していなかったことを知り、後悔するのである。
Ὁ δὲ Θεὸς οὕτως ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεὰς, ὡς ἤδη γεγενημένα.
しかし神は、多くの世代の後に起こるであろうことを、すでに起こったことであるかのように見ておられる。
Ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει.
それゆえ、あらかじめ見、あらかじめ知る者として、そのようにすべてを統治されるのである。
Τί δήποτε τοίνυν μεταμέλεται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν οἰκε ίαν οἰκονομῶν;
ではなぜ、ご自身の予知に従ってすべてを計らいながら、後悔されるというのだろうか。
Οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκε νομίας μεταβολή·
それゆえ、神における「後悔」とは、計らい(経綸)の変更のことである。
Μεταμέλομαι γὰρ, φησὶν, ὅτι κέ κρικα τὸν Σαοὺλ εἰς βασιλέα· ἀντὶ τοῦ·
なぜなら「私はサウルを王に選んだことを後悔する」と神は言われるが、これは「私はこの者を退け、別の者を指名することに決めた」という意味だからである。
Εὐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. Οὕτω κἀνταῦθα· Ἐνεθυμήθην, ὅτι ἐποίησα ἄνθρωπον· ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος.
ここでも同様に、「私は人間を造ったことを悔いる」というのは、「私は人間の種族を滅ぼすことに決めた」という意味である。
Ἀλλὰ φιλάνθρωπος ὢν, σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν.
しかし、人間愛に富むお方であるため、ノアを人間本性の種として残されたのである。
Ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων εἵνεκα δεδημιούργηκε χρείας· καὶ ταῦτα τοῖς ἀνθρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διαφυλαχθέντων.
また、理なき動物たちの類をも人間の必要のために創造されたので、方舟の中でノアと共に保護されたものを除いて、これらも人間と共に滅ぼされたのである。
Ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν.
なぜなら、主なる神は、汚れていると見なされる類からはそれぞれ二匹ずつ、清いものからはそれぞれ七匹ずつが生き残るように命じられたからである。
Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε·
なぜなら、神は人間に肉を食することを許されることになっており、また敬虔に育まれた者たちが神に犠牲を捧げることにもなっていたので、清い動物をより多く残すように命じられたからである。
τὰς μὲν τρεῖς συζυγίας, εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν.
すなわち、三つのつがいはその類の繁殖のために、そして余る一匹は犠牲のためであった。
Εὐθὺς γὰρ ὁ Νῶε μετὰ τὴν καῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ εὐχαριστήριον προσενήνοχεν, ἀπὸ πάντων, φησὶ, κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν.
実際、ノアは刑罰の終息の後すぐに、神に感謝の犠牲を捧げた。 「すべての清い家畜、すべての清い鳥から」と聖書は述べている。
Ὡς εἶναι δῆλον ὅτι τούτου χάριν, ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν τιβωτὸν εἰσαχθῆναι, ἵνα, τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων, μὴ διαφθείρῃ τὰς συζυγίας.
したがって、ノアがそれぞれの類から一匹の動物を犠牲として捧げても、つがいを壊してしまわないように、清い類のそれぞれから七匹ずつを方舟に入れるように神が命じられたのは、このためであったことは明らかである。
§7.16(4· ) Στίχ. ις΄.
第十六節。
Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν
αὐτοῦ τὴν κιβωτόν.
「そして主なる神は、彼の外側から方舟を閉ざされた。
Θειοτέρας τινὸς δυνάμεως ἔχρῃζεν ἡ ἀσφάλεια τῆς θύρας κλειομένης.
」閉じられる扉の安全(密閉)のためには、より神聖な力が必要とされたのである。