Humanitext Reader

俄利根 · 创世记注记 §7.4-7.16

降下洪水的缘由、神的后悔与方舟中的动物

第 1 段,共 6 段 · 希腊语

内容简介

作者解释了神为何用洪水毁灭人类并拯救诺亚一家,阐明了圣经中神之“后悔”其实是指计划的改变,并探讨了在方舟中保留不同数量洁净与不洁净动物的原因。

§7.4Στιχ. δ΄. Ἐγὼ ἐπάγω ὑετὸν (ἐπὶ) τὴν γῆν τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπουἕως κτήνους.
第4节:“我要在地上降雨四十昼夜,把我所造的一切生物,都从地上除灭,从人到牲畜。
Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν;
” 究竟为什么祂要用洪水毁灭人类的大众?
Ἐξαλεῖψαι τοῦ Κάῖν τὸ γένος ἠθέλησε· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσεβῶν ἡ φυλή· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν.
祂渴望消灭该隐的后代;但虔诚者的宗族也与他们混合了,因此也一同分担了惩罚。
Ἀρχὴν δέ τινα καιτοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ ὄντα καὶ δίκαιον, καὶ ἐκ τῆς τῶν συγγενῶν εὐσεβείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα.
祂渴望为生命开创一个新起点,便保全了诺亚和他的儿子们以及他们的妻子,因为诺亚是虔诚公义的人,源自其亲族的虔诚,并且憎恨不法的混杂。
Οὐ μὴν, ὥς τινές φασιν, ὀργῇ (4) τινι καὶ μεταμελείᾳ ταῦτα πεποίηκε.
然而,并不像某些人所说的那样,祂是出于某种愤怒和后悔而做这些事的。
Ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις, ἐλευθέρα παθῶν.
因为这些确实是人类的情感,而神圣的本性是免于情感支配的。
Ἄλλως τε ἡ μεταμέλεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλληλος· εἶτα τῇ πείρᾳ μανθάνοντες ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται.
此外,后悔适合于那些在经历之后才了解事物本质的人;他们通过经历得知自己没有正确地筹划,然后便后悔。
Ὁ δὲ Θεὸς οὕτως ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεὰς, ὡς ἤδη γεγενημένα.
而神看许多世代之后将要发生的事,就如已经发生了一样。
Ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει.
因此,作为预见和预知者,祂如此支配一切。
Τί δήποτε τοίνυν μεταμέλεται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν οἰκε ίαν οἰκονομῶν;
那么,既然祂按照自己的预知来经络一切,为什么还会后悔呢?
Οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκε νομίας μεταβολή·
因此,对神而言,“后悔”是指经纶(计划)的改变。
Μεταμέλομαι γὰρ, φησὶν, ὅτι κέ κρικα τὸν Σαοὺλ εἰς βασιλέα· ἀντὶ τοῦ· Εὐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι.
因为祂说:“我后悔立扫罗为王”,其意思是:“我已决定罢免这个人,并任命另一个。
Οὕτω κἀνταῦθα· Ἐνεθυμήθην, ὅτι ἐποίησα ἄνθρωπον· ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος.
”在这里也是一样:“我因造了人而后悔”意思是:“我已决定灭绝人类的族类。
Ἀλλὰ φιλάνθρωπος ὢν, σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν.
”但因祂热爱人类,便保留了诺亚作为人类本性的种子。
Ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων εἵνεκα δεδημιούργηκε χρείας· καὶ ταῦτα τοῖς ἀνθρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διαφυλαχθέντων.
既然祂也是为了人类的需要而创造了无理性的动物,那么除了与诺亚一同在方舟里得以保存的动物之外,这些动物也与人类一同被毁灭了。
Ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν.
因为主神命令,被视为不洁的物种各保留两只,而洁净的物种各保留七只。
Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας, εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν.
因为神将要允许人类吃肉,而且虔诚哺育的人们也将来向祂献祭,所以祂吩咐要保留较多洁净的动物:即三对用于种群的繁衍,而多出来的一只用于献祭。
Εὐθὺς γὰρ ὁ Νῶε μετὰ τὴν καῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ εὐχαριστήριον προσενήνοχεν, ἀπὸ πάντων, φησὶ, κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν.
实际上,在惩罚平息之后,诺亚立即向神献上了感恩祭,经上说:“从一切洁净的牲畜,和一切洁净的飞鸟中”献祭。
Ὡς εἶναι δῆλον ὅτι τούτου χάριν, ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν τιβωτὸν εἰσαχθῆναι, ἵνα, τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων, μὴ διαφθείρῃ τὰς συζυγίας.
由此可见,祂之所以命令将每种洁净的动物各七只带入方舟,显然是为了这个缘故:使诺亚在从每种动物中献出一只时,不至于破坏了成对的配偶。
§7.16(4· ) Στίχ. ις΄. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν.
第16节:“耶和华神就在他后面(外面)关上了方舟。
Θειοτέρας τινὸς δυνάμεως ἔχρῃζεν ἡ ἀσφάλεια τῆς θύρας κλειομένης.
” 关闭之门的稳固需要某种更为神圣的力量。

词汇与语法注释

  1. 7.4εὐσεβῆ ὄντα — 分词 ὄντα、βλαστήσαντα 和 μισήσαντα 均为阳性单数宾格,修饰主句的直接宾语 τὸν Νῶε,用作描述其性格与行为的叙述性分词。
  2. 7.4τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι — 带冠词的与格分词短语,修饰句末的形容词 κατάλληλος(适合的),作为表示关系或基准的与格(“对……的人而言是适合的”)。
  3. 7.4Ὡς εἶναι δῆλον — 连词 ὡς 连同不定式 εἶναι 作用类似于 ὥστε 搭配不定式,引导出结果或逻辑推论(“因此,显然……”)。

引用这一段

俄利根, 创世记注记 §7.4-7.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg066.humanitext-grc1:7.4-7.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。