Humanitext Reader

オリゲネス · アフリカヌス宛書簡 §1.1-1.2

スザンナの物語とダニエル書補遺の真偽

1 / 8 箇所 · ギリシア語

要旨

オリゲネスはアフリカヌスからの書簡に答え、ダニエル書のスザンナの物語や他の追加部分の真偽について議論し、ギリシア語写本とヘブライ語写本の相違を指摘する。

§1.1Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ (16) εὖ πράττειν.
オリゲネスは、父なる神において、その聖なる僕イエス・キリストを通じて、愛する兄弟アフリカヌスに挨拶を送る (16) (つつがなく暮らさんことを)。
Ἡ μὲν σὴ ἐπιστολὴ, διʼ ἧς ἐμάνθανον ἐνέφηνας περὶ τῆς ἐν τῷ Δανιὴλ φερομένης ἐν ταῖς Ἐκκλησίαις Σωσάννης, βραχεῖα μέν τις εἶναι δοκεῖ· ἐν ὀλίγοις δὲ πολλὰ προβλήματα ἕχουσα, ὧν ἕκαστον ἐδεῖτο οὐ τῆς τυχούσης ἐξεργασίας, ἀλλὰ τοσαύτης, ὥστε ὑπερβαίνειν τὸν ἐπιστολικὸν χαρακτῆρα, καὶ συγγράμματος ἔχειν (17) περιγραφήν.
あなたが私に知らせるために送ってくれた手紙――その中であなたは教会においてダニエル書の中に含まれているとされているスザンナの物語について指摘しているが――は、一見すると短いもののようであるが、わずかな中に多くの問題を抱えており、その各々は並大抵の検討ではなく、手紙という形式の枠を超えて、一つの著作の輪郭を持つほどの大がかりな検討を必要としている (17)。
Ἐγὼ δὲ τὸ ἐμαυτοῦ τῆς διανοίας μέτριον, ὅση δύναμις, κατανοῶν, ἵνα μὴ ἀναισθητοίην ἐμαυτοῦ, θεωρῶ, ὅτι ἀπολείπομαι τῆς ἀπαιτουμένης ἀκριβείας εἰς τὴν ἀντιγραφὴν τῆς ἐπιστολῆς σου·
私は、自分自身の理解力の限界を力及ぶ限り顧みて、自分自身に盲目的にならないように、あなたの手紙への返答に必要な厳密さに自分が及ばないことを見て取っている。
ὡς καὶ οὐδʼ ὀλίγαι τῆς ἐν Νικομηδείᾳ διατριβῆς ἡμέραι μοι διήρκουν πρὸς τὸ κὰν κατὰ τὴν παροῦσαν λέξιν περὶ ὧν ἐξήτησας καὶ ἁπῄτησάς με, ἐπιστεῖλαί σοι.
ニコメディアでの滞在の少なからぬ日数も、あなたが私に求め要求した事柄について、少なくとも現在のテキストに従ってあなたに書き送るには、十分ではなかったほどである。
Διόπερ συγγνώμην ἀπονέμων τῇ τε μετριότητί μου καὶ τῇ ἀπὸ τοῦ καιροῦ στενοχωρίᾳ, ἕντυχε τῇ ἐπιστολῇ μετὰ πάσης εὐνοίας (. 18), συνεισφέρων εἴ τι ὑφʼ ἡμῶν παραλέλειπται.
それゆえ、私の能力の乏しさと時間の切迫に寛容であって、万事好意をもってこの手紙を読み (.18)、もし私によって何かが省かれていたら、それを補っていただきたい。
§1.2Καὶ πρῶτόν γε ἕφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ ἑταίρῳ ἡμῶν Βάσσῳ (19), καὶ συνεχρώμην τῇ τοῦ Δανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν Σωσάνναν Γραφῇ, τοῦτο πεποίηκα, ὡς λανθάνοντός με τοῦ μέρους τοῦ βιβλίου κεκιβδηλευμένου ὅντος.
そしてまず第一に、あなたが言っていたのは、私が私たちの友バッソスと議論していた時に (19)、スザンナの出来事について預言した若きダニエルの書を用いたことについて、私がその書のその部分が不真正であることを知らずにそうしたのだ、ということであった。
Καὶ ἕλεγες τὴν περικοπὴν ταύτην ἐπαινεῖν μέν πως ὥς τι χαρίεν· ἔφασκες δὲ ψέγειν ὡς οὖσαν σύγγραμμα νεωτερικὸν καὶ πεπλασμένον·
そして、あなたはこのくだりを愛らしいものとしてある程度は称賛するものの、それが新しく捏造された著作であるとして非難していると言っていた。
καὶ ὅτι, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος, ἐχρήσατο ἀναπλάσας (20) τὸ συγγραμμάτιον τῇ τῶν ὀνομάτων γειτνιάσει, πρίνου πρὸς πρίσιν, καὶ σχίνου πρὸς σχίσιν·
また、パントマイム作家のフィリスティオンでさえ、その小品を創作する際に (20)、名前の類似、すなわち「かしのき(プリーノス)から挽き割り(プリーシス)」、「マスティックの木(スケーノス)から切り裂き(スケーシス)」といった言葉遊びを用いなかったほどであると。
Ἅπερ κατὰ μὲν τὴν Ἐλλήνων φωνὴντοιαῦτα εἶναι δοκεῖ (21), κατὰ δὲ τὴν Ἑβραίων οὐδαμῶς.
これらはギリシア人の言葉においてはそのように思われるが (21)、ヘブライ人の言葉においては決してそうではない。
Ἴσθι τοίνυν πρὸς ταῦτα, τί χρὴ ἡμᾶς πράττειν οὐ περὶ τῶν κατὰ Σωσάνναν μόνον (22), ἐν μὲν τῷ καθʼ Ἕλληνας Ἑλληνικῷ φερομένων ἐν πάσῃ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ δὲ Ἑβραίοις μὴ κειμένων·
それゆえ、これらに対して、私たちが何をすべきかを知りなさい。
οὐδὲ περὶ τῶν, ὡς ἔφασκες, ἄλλων δύο περικοπῶν τῶν ἐπὶ τέλει τοῦ βιβλίου περί τε τῶν κατὰ τὸν Βὴλ, καὶ τὸν δράκοντα ἀναγεγραμμένων, οὐδ’ αὐτῶν ἐν τῷ Δανιὴλ τῶν Ἑβραίων γεγραμμένων· ἀλλὰ καὶ περὶ ἄλλων μυρίων, ἃ κατὰ τὴν μετριότητα ἡμῶν τοῖς Ἑβραῖκοῖς συγκρίναντες ἀντιγράφοις τὰ ἡμέτερα (23). πολλαχοῦ εὕρομεν.
それは、キリストのすべての教会においてギリシア語写本に含まれて流布しているが、ヘブライ人の間には存在しないスザンナの件についてだけでなく (22)、またあなたが言っていた、書の末尾にある他の二つのペリコーペ、すなわちベルと竜に関して記されている箇所――これらもまたヘブライ人のダニエル書には書かれていないのであるが――についてだけでもなく、私たちの力不足ながら、私たちの写本をヘブライ語写本と比較して (23)、多くの場所で見出した他の無数の箇所についても同様である。
Ἐν μὲν γὰρ αὐτῷ τῷ Δανιὴλ περὶ τῆς καμίνου τῆς καομένης, τὸ « πεπεδημένοι » εὕρομεν· ἐν δὲ τοῖς ἡμετέροις ἀντιγράφοις περισσεύοντα παρὰ τὰ ἐν τοῖς Ἑβραϊκοῖς ἕπη οὐκ ὀλίγα, ὥν ἀρχὴ κατὰ μέν τινα τῶν φερομένων ἐν ταῖς ἐκκλησίαις ἦν οὕτως·
なぜなら、ダニエル書そのものの中で、燃え盛る炉について、私たちは「縛られた状態で」という語を見出すが、私たちの写本には、ヘブライ語にあるものに加えて、余分な少なからぬ詩行が存在しており、教会に普及している写本のいくつかでは、その始まりは次のようになっていた。
« Προσηύξαντο Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, καὶ ὕμνησαν τὸν Κύριον·
「アナニア、アザリア、ミサエルは祈り、主を賛美した……」から「主、神々の神を恐れるすべての者よ、主をたたえよ。
» ἕως τοῦ « Εὐλογεῖτε πάντες οἱ σεβόμενοι Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἕλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων.
主を賛美し、感謝を捧げよ、その慈しみは永遠に、世々限りなく続くからである。
Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν, καὶ ἐθεώρει αὐτοὺς ζῶντας.
王が彼らの賛美するのを聞き、彼らが生きているのを見た時、……」に至るまでである。
» Κατὰ δὲ ἕτερα·
また別の写本では次のようになっている。
« Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον·
「そして彼らは火炎のただなかを歩き回り、神を賛美し、主をたたえていた……」から「主、神々の神を恐れるすべての者よ、主をたたえよ。
» ἕως τοῦ· « Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν. Ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ελεος αὐτοῦ.
主を賛美し、感謝を捧げよ、その慈しみは永遠に続くからである。
» Συνῆπτο δὲ ἐν τοῖς Ἑβραῖκοῖς τό·
」に至るまでである。
« Καὶ οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς Σεδρὰχ, Μισὰχ, Ἀβδενεγὼ, ἔπεσον εἰς μέσον τοῦ πυρὸς πεπεδημένοι· » τό τε « Ὁ βασιλεὺς ὁ Nαβουχοδονόσορ ἐθαύμασε, καὶ ἀνέστη ἐν σπουδῇ, καὶ ἀπεκρίθη, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ.
ヘブライ語においては、「そしてこれら三人の男、シャドラク、メシャク、アベド・ネゴは、縛られたまま火のただなかに落ちた」という言葉と、「ネブカドネザル王は驚き、急いで立ち上がり、その高官たちに答えて言った」という言葉が直接つながっていたのである。
» Οὕτω γὰρ Ἀκύλας (24) δουλεύων τῇ Ἑβραῖκῇ λέξει ἐκδέδωκεν εἰπών· φιλοτιμότερον πεπιστευμένος παρὰ Ἰουδαίοις (25) ἡρμηνευκέναι τὴν Γραφήν·
実際、ヘブライ語の言葉遣いに忠実に従ったアキュラは (24)、そのように訳を世に出しており、彼はユダヤ人の間で (25) 聖書をより厳密に解釈したと信じられている。
ᾧ μάλιστα εἰώθασι οἱ ἀγνοοῦντες τὴν Ἑβραίων διάλεκτον χρῆσθαι, ὡς πάντων μᾶλλον ἐπιτετευγμένῳ.
ヘブライ語を知らない人々は、彼の訳を他のすべての訳よりも成功したものとして最も好んで用いる。
Τὰ δὲ παρʼ ἡμῖν ἀντίγραφα, ὧν καὶ τὰς λέξεις ἐξεθέμην, τὸ μὲν ἦν κατὰ τοὺς Ο΄·
一方、私たちが持っている写本(ここで私もその文面を提示したが)のうち、一つは七十人訳によるものであり、もう一つはテオドティオンによるものである (26)。
τὸ δὲ ἕτερον καοτί καὶ ὥσπερ παρʼ ἀμφοτέροις ἕκειτο (26) τὸ περὶ τὴν Σωσάνναν, ὡς σὺ φὴς, πλάσμα, καὶ αἱ τελευταῖαι ἐν τῷ Δανιὴλ περικοπαί (27)· οὕτω καὶ ταῦτα ἐν ἕπεσιν,ὡς τοχασμῷ εἰπεῖν, τυγχάνοντα διακοσίοις καὶ πρός.
そして、あなたが言うように、スザンナについての創作とダニエル書の最後のペリコーペがこれら両方に置かれていたのと同様に (27)、これらの部分も、推測するに二百行以上にわたって存在しているのである。

語釈・文法注

  1. p.49κὰν — κὰν(κἂν = καὶ ἐάν)はここでは「少なくとも〜」「〜だけでも」という制限・妥協を表す副詞的用法として機能しており、κατὰ τὴν παροῦσαν λέξιν を修飾している。
  2. p.52καοτί — 写本上の破損(誤写)。文脈上、ギリシア語旧約の別の翻訳者である「テオドティオン」(Θεοδοτίων / Θεοδοτίωνος)の誤記であることは確実であり、訳文ではそのように処理している。
  3. p.52τοὺς Ο΄ — Ο΄ はギリシア数字の70(οἱ ἑβδομήκοντα)を指し、伝統的なギリシア語旧約聖書である「七十人訳(セプトゥアギンタ)」を意味する。

この箇所を引用する

オリゲネス, アフリカヌス宛書簡 §1.1-1.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg2042.tlg045.humanitext-grc1:1.1-1.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。