§1Τὰ ἀναγνωσθέντα πλείονά ἐστιν, καὶ ἐπεὶ χρὴ ἐπιτεμνόμενον εἰπεῖν, δ' εἰσὶν περικοπαί.
読まれた箇所は多く、要約して話さねばならないので、四つの区分(ペリコペー)があります。
ἀνεγνώσθη τὰ ἑξῆς τῶν περὶ Νάβαλ Καρμήλιον.
まず、カルメル人ナバルに関する事柄の続きが読まれました。
εἶτα μετὰ τοῦτο ἡ ἱστορία ἡ περὶ τοῦ κεκρύφθαι τὸν Δαβὶδ παρὰ τοῖς Ζιφαίοις καὶ διαβεβλῆσθαι αὐτὸν ὑπ’ αὐτῶν, ἐληλυθέναι δὲ τὸν Σαοὺλ βουλόμενον λαβεῖν τὸν Δαβὶδ καὶ ἐληλυθότα ἐπιτηρῆσαι καιρόν, ἐπεληλυθέναι τε τῷ Σαοὺλ τὸν Δαβὶδ καὶ εἰληφέναι, κοιμωμένου αὐτοῦ καὶ τῶν φρουρούντων αὐτόν, »τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος« καὶ μετὰ τοῦτο ἔλεγχον προσενηνοχέναι τοῖς πεπιστευμένοις μὲν φυλάττειν αὐτόν, ἀποκοιμηθεῖσιν δέ.
次いで、その後に、ダビデがジフ人のもとに身を隠し、彼らによって密告されたこと、そしてサウルがダビデを捕らえようとしてやって来て、やって来た彼が機会をうかがっていたこと、さらにダビデがサウルに不意に近づき、サウル自身と彼を護衛する者たちが眠っている間に、『槍と水の水筒』を奪ったこと、そしてこの後に、護衛することを委ねられていながら眠りこけてしまった者たちを難詰したことに関する物語です。
εἶτα τὰ] ἑξῆς ἡ ἱστορία ἦν ἡ τρίτη, ὅτι κατέφυγε »πρὸς Ἀγχοὺς υἱὸν Ἀμμὰχ βασιλέα Γὲθ« ὁ Δαβίδ, καὶ ὅσην εὗρε χάριν παρ’ αὐτῷ μετὰ τά πολλὰ ἀνδραγαθήματα ὁ Δαβίδ, πρὸς ὃν »ἀρχισωματοφύλακα θήσομαί σε« φησίν.
次いで、その続きの第三の物語は、ダビデが『ガトの王、マアクの子アキシュのもと』に逃れたこと、そしてダビデが多くの武勲の後に彼のもとでどれほど大きな恵みを見出したかであり、彼に対して「お前を私の護衛兵の長としよう」と[アキシュは]言っています。
ἑξῆς τούτοις ἦν ἡ ἱστορία ἡ διαβόητος ἡ περὶ τῆς ἐγγαστριμύθου καὶ περὶ τοῦ Σαμουήλ, ὅτι ἔδοξεν ἀνενηνοχέναι ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ καὶ ὁ Σαμουὴλ προφητεύει τῷ Σαούλ.
これらの次にあったのは、霊媒とサムエルに関する有名な物語であり、霊媒がサムエルを呼び出したかのように見え、サムエルがサウルに預言するというものです。
τεσσάρων οὐσῶν περικοπῶν, ὧν ἑκάστη πράγματα οὐκ ὀλίγα ἔχει, ἀλλὰ καὶ τοὺς δυναμένους ἐξετάζειν δυνάμενα ἀσχολῆσαι ὥρας οὐ μιᾶς συνάξεως ἀλλὰ καὶ πλειόνων, ὁτίποτε βούλεται ὁ ἐπίσκοπος προτεινάτω τῶν τεσσάρων, ἴνα περὶ τοῦτο ἀσχοληθῶμεν.
四つの区分があり、そのそれぞれが少なからぬ事柄を含んでおり、探求する能力のある者たちを、一回の集会だけでなく、より多くの集会の時間没頭させることができるほどのものでありますが、監督がこれら四つのうちどれであれ望むものを提案してくださいますように、私たちがそれについて専念できるように。
τὰ περὶ τῆς ἐγγαστριμύθου, φησίν, ἐξεταζέσθω.
霊媒に関する事柄を検討しよう、と彼(監督)は言います。
§2Ἔνιαι μὲν ἱστορίαι οὐχ ἅπτονται ἡμῶν, ἔνιαι δὲ ἀναγκαῖαι πρὸς τὴν ἐλπίδα ἡμῶν·
ある物語は私たちに直接関係しませんが、ある物語は私たちの希望にとって必要不可欠なものです。
οὕτω δ’ εἶπον ἱστορίαι, ἐπεὶ οὐδέπω φθάνομεν ἐπὶ τὰ τῆς ἀναγωγῆς, παντὶ τῷ | | εἰδότι ἀνάγειν ἢ ἀκούειν ἀναγομένων χρήσιμα.
私が「物語(歴史)」と言ったのは、私たちがまだ霊的解釈の事柄に達していないからであり、霊的解釈を行うこと、あるいは解釈されるのを聞くことを知っている万人にとって、これらは有用です。
τῶν οὖν τῆς ἱστορίας τινὰ μὲν χρήσιμα πᾶσιν, τινὰ δὲ οὐ πᾶσιν.
したがって、歴史的な記述(物語)の事柄のうち、あるものはすべての人に有用であり、あるものはすべての人に有用というわけではありません。
οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ ἱστορία ἡ περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ εἰ μέν τι κατὰ τὴν ἀναγωγὴν ἔχει χρήσιμον, θεὸς οἶδεν καὶ ᾧ ἂν χαρίσηται τοὺς λόγους ἐκείνους ἐξετάζειν·
たとえば例として、ロトとその娘たちに関する物語は、もし霊的解釈に従って何か有用なものを持っているとすれば、神のみぞ知ることであり、神がそれらの言葉を探求する恵みをお与えになる人だけが知ることです。
εἰ δὲ κατὰ τὴν ἱστορίαν, ζητήσαις ἄν·
しかし、歴史的な(文字通りの)意味に従うなら、あなたは尋ねるでしょう。
τί γὰρ ὄφελός μοι ἐκ τῆς ἱστορίας τῆς περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ;
「ロトとその娘たちに関する物語から、私に何の益があるのか」と。
ὁμοίως τί ὄφελός μοι ἁπλῶς λεχθεῖσα ἡ ἱστορία τοῦ Ἰούδα καὶ τῆς Θάμαρ καὶ τῶν κατ’ αὐτήν;
同様に、単に語られただけの、ユダとタマルおよび彼女に関する出来事の物語が、私に何の益になるでしょうか。
ἐπεὶ μέντοιγε ἡ ἱστορία ἡ τὸν Σαοὺλ καὶ τὴν ἐγγαστρίμυθον πάντων ἅπτεται, ἀναγκαία ἀλήθεια κατὰ τὸν λόγον.
しかしながら、サウルと霊媒に関する物語はすべての人に関係するので、この議論に従えば、その真実性は不可欠です。
τίς γὰρ ἀπαλλαγεὶς τούτου τοῦ βίου θέλει εἶναι ὑπὸ ἐξουσίαν δαιμονίου, ἵνα ἀγγαστρίμυθος ἀναγάγῃ οὐ τὸν τυχόντα τῶν πεπιστευκότων, ἀλλὰ Σαμουὴλ τὸν προφήτην;
というのも、この世の生から解放された後、悪霊の支配下に置かれ、霊媒が、信者の中の並みの人間ではなく、預言者サムエルを呼び出すようなことを誰が望むでしょうか。
περὶ οὗ φησιν ὁ θεὸς διὰ τοῦ Ἱερεμίου·
彼について、神はエレミヤを通してこう言っておられます。
οὐδ’ ἂν Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐδὲ τούτων εἰσακούσομαι<, περὶ οὑ φησιν ὕμνοις ὁ προφήτης·
「たとえモーセとサムエルが私の前に立ったとしても、私は彼らの言うことを聞き入れない」と。
»Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·
また彼について、預言者は賛歌の中でこう言っています。
ἐπεκαλοῦντο τὸν κύριον.
「モーセとアロンは彼の神官たちの中に、サムエルは彼の名を呼ぶ者たちの中にいた。
καὶ αὐτὸς εἰσήκουεν αὐτῶν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς«, καὶ ἀλλαχοῦ·
彼らは主を呼び、主は彼らに答えられた。
>ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ καὶ καὶ τὰ ἑξῆς.
雲の柱の中で主は彼らに語りかけられた」と。
ἆρ’ οὖν, εἰ ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν ἦν ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προφητικῆς;
また別の箇所でも「たとえモーセとサムエルが立ち…」云々とあります。
τί εἴπωμεν;
そうだとすれば、それほどに偉大な人物が地の底にいて、彼を霊媒が呼び出したとすれば、悪霊が預言者の魂に対して支配力を持っているというのでしょうか。
γέγραπται ταῦτα·
私たちは何と言うべきでしょうか。
ἀληθῆ έστιν ἢ οὐκ ἔστιν ἀληθῆ;
これらは書かれています。
τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει χωρήσει ἐπὶ κεφαλὰς τῶν λεγόντων).
真実なのでしょうか、それとも真実ではないのでしょうか。
, τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει.
それらが真実ではないと言うことは不信仰へと誘うものであり(その報いはそれを言う者たちの頭上に下るでしょう)、他方、それらが真実であるとすることは、私たちに探求とさらなる困難をもたらします。