Humanitext Reader

エウクレイデス · 原論 §8.prop.3

同比の最小の連比数列における両端の互いに素性

130 / 316 箇所 · ギリシア語

要旨

連続して比例する最小の数列において、その両端の項が互いに素であることを、前命題の手順で構成される一連の最小比例数との対応関係を通じて証明する。

§8.prop.3ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, οἱ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
もしいくつの数であれ連続して比例しており、それらと同じ比を持つもののうちで最小であるならば、それらの端の項は互いに素である。
ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς οἱ Α, Β, Γ, Δ·
いくつの数であれ、連続して比例しており、それらと同じ比を持つもののうちで最小である数を Α, Β, Γ, Δ とせよ。
λέγω, ὅτι οἱ ἄκροι αὐτῶν οἱ Α, Δ πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
私は、それらの端の項である Α, Δ は互いに素であると主張する。
εἰλήφθωσαν γὰρ δύο μὲν ἀριθμοὶ ἐλάχιστοι ἐν τῷ τῶν Α, Β, Γ, Δ λόγῳ οἱ Ε, Ζ, τρεῖς δὲ οἱ Η, Θ, Κ, καὶ ἑξῆς ἑνὶ πλείους, ἕως τὸ λαμβανόμενον πλῆθος ἴσον γένηται τῷ πλήθει τῶν Α, Β, Γ, Δ. εἰλήφθωσαν καὶ ἔστωσαν οἱ Λ, Μ, Ν, Ξ. καὶ ἐπεὶ οἱ Ε, Ζ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
なぜなら、Α, Β, Γ, Δ の比において、最小である 2 つの数 Ε, Ζ が取られたとせよ。 また、3 つの数 Η, Θ, Κ、およびそれ以降、常に 1 つずつ多いものが、取られる個数が Α, Β, Γ, Δ の個数と等しくなるまで(取られたとせよ)。 これらが取られたとし、それらを Λ, Μ, Ν, Ξ とせよ。 そして、Ε, Ζ はそれらと同じ比を持つもののうちで最小であるので、互いに素である。
καὶ ἐπεὶ ἑκάτερος τῶν Ε, Ζ ἑαυτὸν μὲν πολλαπλασιάσας ἑκάτερον τῶν Η, Κ πεποίηκεν, ἑκάτερον δὲ τῶν Η, Κ πολλαπλασιάσας ἑκάτερον τῶν Λ, Ξ πεποίηκεν, καὶ οἱ Η, Κ ἄρα καὶ οἱ Λ, Ξ πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
また、Ε, Ζ のそれぞれが自身を掛けて Η, Κ のそれぞれを作り、さらに Η, Κ のそれぞれに掛けて Λ, Ξ のそれぞれを作ったので、したがって Η, Κ も、Λ, Ξ も互いに素である。
καὶ ἐπεὶ οἱ Α, Β, Γ, Δ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, εἰσὶ δὲ καὶ οἱ Λ, Μ, Ν, Ξ ἐλάχιστοι ἐν τῷ αὐτῷ λόγῳ ὄντες τοῖς Α, Β, Γ, Δ, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν Α, Β, Γ, Δ τῷ πλήθει τῶν Λ, Μ, Ν, Ξ, ἕκαστος ἄρα τῶν Α, Β, Γ, Δ ἑκάστῳ τῶν Λ, Μ, Ν, Ξ ἴσος ἐστίν·
また、Α, Β, Γ, Δ はそれらと同じ比を持つもののうちで最小であり、また Λ, Μ, Ν, Ξ も同じ比にあって最小であって、かつ Α, Β, Γ, Δ の個数は Λ, Μ, Ν, Ξ の個数に等しいので、したがって Α, Β, Γ, Δ のそれぞれは Λ, Μ, Ν, Ξ のそれぞれに等しい。
ἴσος ἄρα ἐστὶν ὁ μὲν Α τῷ Λ, ὁ δὲ Δ τῷ Ξ. καί εἰσιν οἱ Λ, Ξ πρῶτοι πρὸς ἀλλήλους.
したがって、Α は Λ に、Δ は Ξ に等しい。 そして、Λ, Ξ は互いに素である。
καὶ οἱ Α, Δ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν·
したがって、Α, Δ も互いに素である。
ὅπερ ἔδει δεῖξαι.
これが証明されるべきことであった。

語釈・文法注

  1. 8.prop.3τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς — τῶν ... ἐχόντων は、比較または限定の意味をもつ最上級(あるいはそれに類する形容詞)ἐλάχιστοι に係り、その比較の範囲・母集合を提示する部分属格である。αὐτοῖς は τὸν αὐτὸν λόγον にかかる与格であり、「それらと同じ比」を意味する。
  2. ¦10¦εἰλήφθωσαν γὰρ δύο μὲν ἀριθμοὶ ἐλάχιστοι ἐν τῷ τῶν Α, Β, Γ, Δ λόγῳ ... — 命令形 εἰλήφθωσαν(取られよ)が文頭に置かれた長大な構文。δύο μὲν ...、τρεῖς δὲ ...、および καὶ ἑξῆς ... がこの動詞を共有している。ἕως(〜まで)が導く条件節は、提示された数の個数(今回は4つ)に到達するまで、連続して数の組を構成し続けるという操作の限度を示している。
  3. ¦25¦ἕκαστος ἄρα τῶν Α, Β, Γ, Δ ἑκάστῳ τῶν Λ, Μ, Ν, Ξ ἴσος ἐστίν — 同一の比を持つ「最小の数」の列の唯一性(第7巻命題21等)に基づき、同じ比で同じ項数を持つ2つの最小の数数列 Α, Β, Γ, Δ と Λ, Μ, Ν, Ξ の各項が一対一で等しくなることを示す。これによって、端の項の相等関係 Α = Λ および Δ = Ξ が導かれる。

この箇所を引用する

エウクレイデス, 原論 §8.prop.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。