§8.prop.11δύο τετραγώνων ἀριθμῶν εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμός, καὶ ὁ τετράγωνος πρὸς τὸν τετράγωνον διπλασίονα λόγον ἔχει ἤπερ ἡ πλευρὰ πρὸς τὴν πλευράν.
二つの平方数の間には、一つの比例中項の数があり、平方数の平方数に対する比は、辺の辺に対する比の二重比(二乗の比)を有する。
ἔστωσαν τετράγωνοι ἀριθμοὶ οἱ Α, Β, καὶ τοῦ μὲν Α πλευρὰ ἔστω ὁ Γ, τοῦ δὲ Β ὁ Δ·
平方数を Α, Β とし、 Α の辺を Γ、 Β のそれを Δ とせよ。
λέγω, ὅτι τῶν Α, Β εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμός, καὶ ὁ Α πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ ὁ Γ πρὸς τὸν Δ.
ὁ Γ γὰρ τὸν Δ πολλαπλασιάσας τὸν Ε ποιείτω.
私は、 Α, Β の間には一つの比例中項の数があり、 Α の Β に対する比は、 Γ の Δ に対する比の二重の比を有すると主張する。 なぜなら、 Γ は Δ を掛けて Ε を作るとせよ。
καὶ ἐπεὶ τετράγωνός ἐστιν ὁ Α, πλευρὰ δὲ αὐτοῦ ἐστιν ὁ Γ, ὁ Γ ἄρα ἑαυτὸν πολλαπλασιάσας τὸν Α πεποίηκεν.
そして Α は平方数であり、その辺は Γ であるので、したがって Γ はそれ自身を掛けて Α を作った。
διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Δ ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν.
同じ理由により、 Δ もそれ自身を掛けて Β を作った。
ἐπεὶ οὖν ὁ Γ ἑκάτερον τῶν Γ, Δ πολλαπλασιάσας ἑκάτερον τῶν Α, Ε πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Α πρὸς τὸν Ε. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Ε πρὸς τὸν Β. καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Ε, οὕτως ὁ Ε πρὸς τὸν Β. τῶν Α, Β ἄρα εἷς μέσος ἀνάλογόν ἐστιν ἀριθμός.
そこで、 Γ は Γ, Δ のそれぞれを掛けて Α, Ε のそれぞれを作ったので、したがって Γ の Δ に対する比は、 Α の Ε に対する比と同じである。 同じ理由により、 Γ の Δ に対する比は、 Ε の Β に対する比と同じである。 したがって、 Α の Ε に対する比は、 Ε の Β に対する比と同じである。 したがって Α, Β の間には、一つの比例中項の数がある。
λέγω δή, ὅτι καὶ ὁ Α πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ ὁ Γ πρὸς τὸν Δ. ἐπεὶ γὰρ τρεῖς ἀριθμοὶ ἀνάλογόν εἰσιν οἱ Α, Ε, Β, ὁ Α ἄρα πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ ὁ Α πρὸς τὸν Ε. ὡς δὲ ὁ Α πρὸς τὸν Ε, οὕτως ὁ Γ πρὸς τὸν Δ. ὁ Α ἄρα πρὸς τὸν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ Γ πλευρὰ πρὸς τὴν Δ·
次に、 Α の Β に対する比は、 Γ の Δ に対する比の二重の比を有すると主張する。 なぜなら、三つの数 Α, Ε, Β は比例するので、したがって Α の Β に対する比は、 Α の Ε に対する比の二重の比を有する。 ところで Α の Ε に対する比は、 Γ の Δ に対する比と同じである。 したがって Α の Β に対する比は、辺 Γ の Δ に対する比の二重の比を有する。
ὅπερ ἔδει δεῖξαι.
これが示すべきことであった。
§8.prop.12δύο κύβων ἀριθμῶν δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί, καὶ ὁ κύβος πρὸς τὸν κύβον τριπλασίονα λόγον ἔχει ἤπερ ἡ πλευρὰ πρὸς τὴν πλευράν.
二つの立方数の間には、二つの比例中項の数があり、立方数の立方数に対する比は、辺の辺に対する比の三重比(三乗の比)を有する。
ἔστωσαν κύβοι ἀριθμοὶ οἱ Α, Β καὶ τοῦ μὲν Α πλευρὰ ἔστω ὁ Γ, τοῦ δὲ Β ὁ Δ·
立方数を Α, Β とし、 Α の辺を Γ、 Β のそれを Δ とせよ。
λέγω, ὅτι τῶν Α, Β δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί, καὶ ὁ Α πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ὁ Γ πρὸς τὸν Δ.
ὁ γὰρ Γ ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Ε ποιείτω, τὸν δὲ Δ πολλαπλασιάσας τὸν Ζ ποιείτω, ὁ δὲ Δ ἑαυτὸν πολλαπλασιάσας τὸν Η ποιείτω, ἑκάτερος δὲ τῶν Γ, Δ τὸν Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Θ, Κ ποιείτω.
私は、 Α, Β の間には二つの比例中項の数があり、 Α の Β に対する比は、 Γ の Δ に対する比の三重の比を有すると主張する。 なぜなら、 Γ はそれ自身を掛けて Ε を作り、 Δ を掛けて Ζ を作るとせよ。 また Δ はそれ自身を掛けて Η を作り、 Γ, Δ のそれぞれは Ζ を掛けて Θ, Κ のそれぞれを作るとせよ。
καὶ ἐπεὶ κύβος ἐστὶν ὁ Α, πλευρὰ δὲ αὐτοῦ ὁ Γ, καὶ ὁ Γ ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, ὁ Γ ἄρα ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, τὸν δὲ Ε πολλαπλασιάσας τὸν Α πεποίηκεν.
そして、 Α は立方数であり、その辺は Γ であり、また Γ はそれ自身を掛けて Ε を作ったので、したがって Γ はそれ自身を掛けて Ε を作り、 Ε を掛けて Α を作った。
διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Δ ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Η πεποίηκεν, τὸν δὲ Η πολλαπλασιάσας τὸν Β πεποίηκεν.
同じ理由により、 Δ もそれ自身を掛けて Η を作り、 Η を掛けて Β を作った。
καὶ ἐπεὶ ὁ Γ ἑκάτερον τῶν Γ, Δ πολλαπλασιάσας ἑκάτερον τῶν Ε, Ζ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Ε πρὸς τὸν Ζ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Ζ πρὸς τὸν Η. πάλιν, ἐπεὶ ὁ Γ ἑκάτερον τῶν Ε, Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Α, Θ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Ζ, οὕτως ὁ Α πρὸς τὸν Θ. ὡς δὲ ὁ Ε πρὸς τὸν Ζ, οὕτως ὁ Γ πρὸς τὸν Δ·
そして、 Γ は Γ, Δ のそれぞれを掛けて Ε, Ζ のそれぞれを作ったので、したがって Γ の Δ に対する比は、 Ε の Ζ に対する比と同じである。 同じ理由により、 Γ の Δ に対する比は、 Ζ の Η に対する比と同じである。 再び、 Γ は Ε, Ζ のそれぞれを掛けて Α, Θ のそれぞれを作ったので、したがって Ε の Ζ に対する比は、 Α の Θ に対する比と同じである。 ところで Ε の Ζ に対する比は、 Γ の Δ に対する比と同じである。
καὶ ὡς ἄρα ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Α πρὸς τὸν Θ. πάλιν, ἐπεὶ ἑκάτερος τῶν Γ, Δ τὸν Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Θ, Κ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Θ πρὸς τὸν Κ. πάλιν, ἐπεὶ ὁ Δ ἑκάτερον τῶν Ζ, Η πολλαπλασιάσας ἑκάτερον τῶν Κ, Β πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Ζ πρὸς τὸν Η, οὕτως ὁ Κ πρὸς τὸν Β. ὡς δὲ ὁ Ζ πρὸς τὸν Η, οὕτως ὁ Γ πρὸς τὸν Δ·
したがって Γ の Δ に対する比は、 Α の Θ に対する比と同じである。 再び、 Γ, Δ のそれぞれが Ζ を掛けて Θ, Κ のそれぞれを作ったので、したがって Γ の Δ に対する比は、 Θ の Κ に対する比と同じである。 再び、 Δ は Ζ, Η のそれぞれを掛けて Κ, Β のそれぞれを作ったので、したがって Ζ の Η に対する比は、 Κ の Β に対する比と同じである。 ところで Ζ の Η に対する比は、 Γ の Δ に対する比と同じである。
καὶ ὡς ἄρα ὁ Γ πρὸς τὸν Δ, οὕτως ὅ τε Α πρὸς τὸν Θ καὶ ὁ Θ πρὸς τὸν Κ καὶ ὁ Κ πρὸς τὸν Β. τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογόν εἰσιν οἱ Θ, Κ.
λέγω δή, ὅτι καὶ ὁ Α πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ὁ Γ πρὸς τὸν Δ. ἐπεὶ γὰρ τέσσαρες ἀριθμοὶ ἀνάλογόν εἰσιν οἱ Α, Θ, Κ, Β, ὁ Α ἄρα πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ὁ Α πρὸς τὸν Θ. ὡς δὲ ὁ Α πρὸς τὸν Θ, οὕτως ὁ Γ πρὸς τὸν Δ·
したがって Γ の Δ に対する比は、 Α の Θ に対する比、 Θ の Κ に対する比、および Κ の Β に対する比と同じである。 したがって Α, Β の間には、二つの比例中項の数 Θ, Κ がある。 次に、 Α の Β に対する比は、 Γ の Δ に対する比の三重の比を有すると主張する。 なぜなら、四つの数 Α, Θ, Κ, Β は比例するので、したがって Α の Β に対する比は、 Α の Θ に対する比の三重の比を有する。 ところで Α の Θ に対する比は、 Γ の Δ に対する比と同じである。
καὶ ὁ Α πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ὁ Γ πρὸς τὸν Δ. ὅπερ ἔδει δεῖξαι.
したがって Α の Β に対する比は、 Γ の Δ に対する比の三重の比を有する。 これが示すべきことであった。