Humanitext Reader

エウクレイデス · 原論 §4.prop.8-4.prop.9

正方形の内接円および外接円の作図

62 / 316 箇所 · ギリシア語

要旨

与えられた正方形に対して、その各辺の二等分線を引き、交点を中心として円を内接させる作図(第8命題)、および対角線の交点を中心として各頂点を通る円を外接させる作図(第9命題)とその証明を行う。

§4.prop.8εἰς τὸ δοθὲν τετράγωνον κύκλον ἐγγράψαι.
与えられた正方形に円を内接させること。
ἔστω τὸ δοθὲν τετράγωνον τὸ ΑΒΓΔ·
与えられた正方形をABCDとする。
δεῖ δὴ εἰς τὸ ΑΒΓΔ τετράγωνον κύκλον ἐγγράψαι.
このとき正方形ABCDに円を内接させなければならない。
τετμήσθω ἑκατέρα τῶν ΑΔ, ΑΒ δίχα κατὰ τὰ Ε, Ζ σημεῖα, καὶ διὰ μὲν τοῦ Ε ὁποτέρᾳ τῶν ΑΒ, ΓΔ παράλληλος ἤχθω ἡ ΕΘ, διὰ δὲ τοῦ Ζ ὁποτέρᾳ τῶν ΑΔ, ΒΓ παράλληλος ἤχθω ἡ ΖΚ·
AD, ABのそれぞれが点E, Zにおいて 2等分されたとせよ。 そして、Eを通ってAB, CDのいずれか一方に平行な直線EΘが引かれたとせよ。 またZを通ってAD, BCのいずれか一方に平行な直線ZKが引かれたとせよ。
παραλληλόγραμμον ἄρα ἐστὶν ἕκαστον τῶν ΑΚ, ΚΒ, ΑΘ, ΘΔ, ΑΗ, ΗΓ, ΒΗ, ΗΔ, καὶ αἱ ἀπεναντίον αὐτῶν πλευραὶ δηλονότι ἴσαι.
したがって、AK, KB, AΘ, ΘΔ, AH, HΓ, BH, HΔのそれぞれは平行四辺形であり、そして、それらの対辺も明らかに等しい。
καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΑΒ, καί ἐστι τῆς μὲν ΑΔ ἡμίσεια ἡ ΑΕ, τῆς δὲ ΑΒ ἡμίσεια ἡ ΑΖ, ἴση ἄρα καὶ ἡ ΑΕ τῇ ΑΖ·
そして、ADはABに等しく、AEはADの半分であり、AZはABの半分であるから、したがってAEもAZに等しい。
ὥστε καὶ αἱ ἀπεναντίον·
それゆえ、それらの対辺も[等しい]。
ἴση ἄρα καὶ ἡ ΖΗ τῇ ΗΕ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκατέρα τῶν ΗΘ, ΗΚ ἑκατέρᾳ τῶν ΖΗ, ΗΕ ἐστιν ἴση·
したがってZHも HEに等しい。 同様にして、HΘ, HK性能のそれぞれもZH, HEのそれぞれに等しいことを示すであろう。
αἱ τέσσαρες ἄρα αἱ ΗΕ, ΗΖ, ΗΘ, ΗΚ ἴσαι ἀλλήλαις.
したがって、4つの直線HE, HZ, HΘ, HKは互いに等しい。
ὁ ἄρα κέντρῳ μὲν τῷ Η διαστήματι δὲ ἑνὶ τῶν Ε, Ζ, Θ, Κ κύκλος γραφόμενος ἥξει καὶ διὰ τῶν λοιπῶν σημείων·
それゆえ、Hを中心とし、E, Z, Θ, Kのいずれか1つの距離を半径として描かれる円は、残りの点をも通るであろう。
καὶ ἐφάψεται τῶν ΑΒ, ΒΓ, ΓΔ, ΔΑ εὐθειῶν διὰ τὸ ὀρθὰς εἶναι τὰς πρὸς τοῖς Ε, Ζ, Θ, Κ γωνίας·
そして、それは直線AB, BC, CD, DAに接するであろう。 なぜなら、E, Z, Θ, Kにおける角が直角だからである。
εἰ γὰρ τεμεῖ ὁ κύκλος τὰς ΑΒ, ΒΓ, ΓΔ, ΔΑ, ἡ τῇ διαμέτρῳ τοῦ κύκλου πρὸς ὀρθὰς ἀπʼ ἄκρας ἀγομένη ἐντὸς πεσεῖται τοῦ κύκλου· ὅπερ ἄτοπον ἐδείχθη.
というのも、もしその円がAB, BC, CD, DAを交わる(切る)とするなら、円の直径に対して端点から直角に引かれた直線が円の内部に落ちることになり、これは不合理であると示されたからである。
οὐκ ἄρα ὁ κέντρῳ τῷ Η διαστήματι δὲ ἑνὶ τῶν Ε, Ζ, Θ, Κ κύκλος γραφόμενος τεμεῖ τὰς ΑΒ, ΒΓ, ΓΔ, ΔΑ εὐθείας.
したがって、Hを中心とし、 E, Z, Θ, Kのいずれか1つの距離を半径として描かれる円は、直線AB, BC, CD, DAを交わる(切る)ことはない。
ἐφάψεται ἄρα αὐτῶν καὶ ἔσται ἐγγεγραμμένος εἰς τὸ ΑΒΓΔ τετράγωνον.
したがって、それはそれらの直線に接し、正方形ABCDに内接するであろう。
εἰς ἄρα τὸ δοθὲν τετράγωνον κύκλος ἐγγέγραπται·
したがって、与えられた正方形に円が内接された。
ὅπερ ἔδει ποιῆσαι.
これこそなすべきことであった。
§4.prop.9περὶ τὸ δοθὲν τετράγωνον κύκλον περιγράψαι.
与えられた正方形に円を外接させること。
ἔστω τὸ δοθὲν τετράγωνον τὸ ΑΒΓΔ·
与えられた正方形をABCDとする。
δεῖ δὴ περὶ τὸ ΑΒΓΔ τετράγωνον κύκλον περιγράψαι.
このとき正方形ABCDに円を外接させなければならない。
ἐπιζευχθεῖσαι γὰρ αἱ ΑΓ, ΒΔ τεμνέτωσαν ἀλλήλας κατὰ τὸ Ε. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΔΑ τῇ ΑΒ, κοινὴ δὲ ἡ ΑΓ, δύο δὴ αἱ ΔΑ, ΑΓ δυσὶ ταῖς ΒΑ, ΑΓ ἴσαι εἰσίν·
実際、結ばれたAC, BDが点Eにおいて互いに交わるとせよ。 そして、DAはABに等しく、ACは共通であるから、2つの直線DA, ACは2つの直線BA, ACにそれぞれ等しい。
καὶ βάσις ἡ ΔΓ βάσει τῇ ΒΓ ἴση·
そして底辺DCは底辺BCに等しい。
γωνία ἄρα ἡ ὑπὸ ΔΑΓ γωνίᾳ τῇ ὑπὸ ΒΑΓ ἴση ἐστίν·
したがって、角DACは角BACに等しい。
ἡ ἄρα ὑπὸ ΔΑΒ γωνία δίχα τέτμηται ὑπὸ τῆς ΑΓ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκάστη τῶν ὑπὸ ΑΒΓ, ΒΓΔ, ΓΔΑ δίχα τέτμηται ὑπὸ τῶν ΑΓ, ΔΒ εὐθειῶν.
したがって、角DABは ACによって2等分されている。 同様にして、角ABC, BCD, CDAのそれぞれも直線AC, DBによって2等分されていることを示すであろう。
καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΔΑΒ γωνία τῇ ὑπὸ ΑΒΓ, καί ἐστι τῆς μὲν ὑπὸ ΔΑΒ ἡμίσεια ἡ ὑπὸ ΕΑΒ, τῆς δὲ ὑπὸ ΑΒΓ ἡμίσεια ἡ ὑπὸ ΕΒΑ, καὶ ἡ ὑπὸ ΕΑΒ ἄρα τῇ ὑπὸ ΕΒΑ ἐστιν ἴση·
そして、角DABは角ABCに等しく、角EABは角DABの半分であり、角EBAは角ABCの半分であるから、したがって角EABも角EBAに等しい。
ὥστε καὶ πλευρὰ ἡ ΕΑ τῇ ΕΒ ἐστιν ἴση.
それゆえ、辺EAもEBに等しい。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκατέρα τῶν ΕΑ, ΕΒ ἑκατέρᾳ τῶν ΕΓ, ΕΔ ἴση ἐστίν.
同様にして、EA, EBのそれぞれもEΓ, EΔのそれぞれに等しいことを示すであろう。
αἱ τέσσαρες ἄρα αἱ ΕΑ, ΕΒ, ΕΓ, ΕΔ ἴσαι ἀλλήλαις εἰσίν.
したがって、4つの直線EA, EB, EΓ, EΔは互いに等しい。
ὁ ἄρα κέντρῳ τῷ Ε καὶ διαστήματι ἑνὶ τῶν Α, Β, Γ, Δ κύκλος γραφόμενος ἥξει καὶ διὰ τῶν λοιπῶν σημείων καὶ ἔσται περιγεγραμμένος περὶ τὸ ΑΒΓΔ τετράγωνον.
それゆえ、Eを中心とし、A, B, Γ, Δのいずれか1つの距離を半径として描かれる円は、残りの点をも通るであろう。 そして、正方形ABCDに外接するであろう。
περιγεγράφθω ὡς ὁ ΑΒΓΔ. περὶ τὸ δοθὲν ἄρα τετράγωνον κύκλος περιγέγραπται·
円ABCDのように外接されたとせよ。 したがって、与えられた正方形に円が外接された。
ὅπερ ἔδει ποιῆσαι.
これこそなすべきことであった。

語釈・文法注

  1. §4.prop.8ὁποτέρᾳ — 「(二つのうちの)どちらか一方に」を意味する代名詞であり、与格(女性・単数)。ここでは「AB、CDのどちらか一方に平行に」の意味。正方形の対辺(ABとCD、あるいはADとBC)は平行であるため、幾何学の性質上、一方に平行に引いた直線は必然的にもう一方にも平行になる。
  2. §4.prop.8ὥστε καὶ αἱ ἀπεναντίον· — 動詞(おそらく ἴσαι εἰσίν)が省略された省略構文。直前の文脈「AEがAZに等しい」を受けて、「したがって対向する[辺]も[等しい]」という意味になり、それが次の「ZHもHEに等しい」という結論を直接導く。
  3. §4.prop.8ἡ τῇ διαμέτρῳ τοῦ κύκλου πρὸς ὀρθὰς ἀπʼ ἄκρας ἀγομένη — 主語をなす長い定冠詞・分詞句。定冠詞 `ἡ` が最後部の受動分詞 `ἀγομένη` にかかっており、全体で「直径に対して端点から直角に引かれた(直線)」を意味する。第3巻第16命題(直径の端点から直角に引かれた直線は円の外側に落ちる)を背景にした背理法の記述である。
  4. §4.prop.9ἐπιζευχθεῖσαι γὰρ αἱ ΑΓ, ΒΔ τεμνέτωσαν — アオリスト受動分詞 `ἐπιζευχθεῖσαι`(結ばれて)が、命令法 `τεμνέτωσαν`(交わらせよ)にかかっており、「AC, BDが結ばれて、互いに交わるようにせよ」という連続的な作図手順を一つの文構造で表している。

この箇所を引用する

エウクレイデス, 原論 §4.prop.8-4.prop.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:4.prop.8-4.prop.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。