Humanitext Reader

エウクレイデス · 原論 §3.prop.8#1

円外の点から円周へ引いた直線の長さの比較

39 / 316 箇所 · ギリシア語

要旨

円の外側に点を取り、そこから円へいくつかの直線を引くとき、凹の周(遠い側)および凸の周(近い側)へ下りる直線の長さの大小関係に関する法則(命題8)を提示し、その前半部を証明する。

§3.prop.8#1ἐὰν κύκλου ληφθῇ τι σημεῖον ἐκτός, ἀπὸ δὲ τοῦ σημείου πρὸς τὸν κύκλον διαχθῶσιν εὐθεῖαί τινες, ὧν μία μὲν διὰ τοῦ κέντρου, αἱ δὲ λοιπαί, ὡς ἔτυχεν, τῶν μὲν πρὸς τὴν κοίλην περιφέρειαν προσπιπτουσῶν εὐθειῶν μεγίστη μέν ἐστιν ἡ διὰ τοῦ κέντρου, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς διὰ τοῦ κέντρου τῆς ἀπώτερον μείζων ἐστίν, τῶν δὲ πρὸς τὴν κυρτὴν περιφέρειαν προσπιπτουσῶν εὐθειῶν ἐλαχίστη μέν ἐστιν ἡ μεταξὺ τοῦ τε σημείου καὶ τῆς διαμέτρου, τῶν δὲ ἄλλων ἀεὶ ἡ ἔγγιον τῆς ἐλαχίστης τῆς ἀπώτερόν ἐστιν ἐλάττων, δύο δὲ μόνον ἴσαι ἀπὸ τοῦ σημείου προσπεσοῦνται πρὸς τὸν κύκλον ἐφʼ ἑκάτερα τῆς ἐλαχίστης.
もし円の外側にある点が取られ、その点から円へいくつかの直線が引かれ、それらのうち一つは中心を通り、残りは任意に引かれるならば、凹の周へ下りる直線のうちでは、中心を通るものが最大であり、その他のうちでは、中心を通るものにより近いものが常に遠いものよりも大きく、凸の周へ下りる直線のうちでは、点と直径の間にあるものが最小であり、その他のうちでは、最小のものにより近いものが常に遠いものよりも小さい。 また、その点から円へ、最小の(直線)の両側において、2つだけ等しい(直線)が下りるであろう。
ἔστω κύκλος ὁ ΑΒΓ, καὶ τοῦ ΑΒΓ εἰλήφθω τι σημεῖον ἐκτὸς τὸ Δ, καὶ ἀπʼ αὐτοῦ διήχθωσαν εὐθεῖαί τινες αἱ ΔΑ, ΔΕ, ΔΖ, ΔΓ, ἔστω δὲ ἡ ΔΑ διὰ τοῦ κέντρου.
円をΑΒΓとし、ΑΒΓの外側にある点Δが取られたとせよ。 そしてそこからいくつかの直線ΔΑ、ΔΕ、ΔΖ、ΔΓが引かれ、ΔΑは中心を通るものとせよ。
λέγω, ὅτι τῶν μὲν πρὸς τὴν ΑΕΖΓ κοίλην περιφέρειαν προσπιπτουσῶν εὐθειῶν μεγίστη μέν ἐστιν ἡ διὰ τοῦ κέντρου ἡ ΔΑ, μείζων δὲ ἡ μὲν ΔΕ τῆς ΔΖ ἡ δὲ ΔΖ τῆς ΔΓ, τῶν δὲ πρὸς τὴν ΘΛΚΗ κυρτὴν περιφέρειαν προσπιπτουσῶν εὐθειῶν ἐλαχίστη μέν ἐστιν ἡ ΔΗ ἡ μεταξὺ τοῦ σημείου καὶ τῆς διαμέτρου τῆς ΑΗ, ἀεὶ δὲ ἡ ἔγγιον τῆς ΔΗ ἐλαχίστης ἐλάττων ἐστὶ τῆς ἀπώτερον, ἡ μὲν ΔΚ τῆς ΔΛ, ἡ δὲ ΔΛ τῆς ΔΘ. εἰλήφθω γὰρ τὸ κέντρον τοῦ ΑΒΓ κύκλου καὶ ἔστω τὸ Μ· καὶ ἐπεζεύχθωσαν αἱ ΜΕ, ΜΖ, ΜΓ, ΜΚ, ΜΛ, ΜΘ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΜ τῇ ΕΜ, κοινὴ προσκείσθω ἡ ΜΔ·
私は、凹の周ΑΕΖΓへ下りる直線のうちでは、中心を通るΔΑが最大であり、ΔΕはΔΖより大きく、ΔΖはΔΓより大きく、凸の周ΘΛΚΗへ下りる直線のうちでは、点と直径ΑΗの間にあるΔΗが最小であり、最小のΔΗにより近いものが遠いものよりも常に小さく、すなわちΔΚはΔΛより小さく、ΔΛはΔΘより小さいと主張する。 なぜなら、円ΑΒΓの中心が取られたとせよ、そしてそれをΜとし、ΜΕ、ΜΖ、ΜΓ、ΜΚ、ΜΛ、ΜΘが結ばれたとせよ。 そして、ΑΜはΕΜに等しいから、共通なものとして ΜΔが加えられたとせよ。
ἡ ἄρα ΑΔ ἴση ἐστὶ ταῖς ΕΜ, ΜΔ. ἀλλʼ αἱ ΕΜ, ΜΔ τῆς ΕΔ μείζονές εἰσιν·
したがってΑΔはΕΜ、ΜΔに等しい。 しかし、ΕΜ、ΜΔはΕΔよりも大きい。
καὶ ἡ ΑΔ ἄρα τῆς ΕΔ μείζων ἐστίν.
したがってΑΔもまたΕΔよりも大きい。
πάλιν, ἐπεὶ ἴση ἐστὶν ἡ ΜΕ τῇ ΜΖ, κοινὴ δὲ ἡ ΜΔ, αἱ ΕΜ, ΜΔ ἄρα ταῖς ΖΜ, ΜΔ ἴσαι εἰσίν·
また、ΜΕはΜΖに等しく、ΜΔは共通であるから、したがってΕΜ、ΜΔはΖΜ、ΜΔに等しい。
καὶ γωνία ἡ ὑπὸ ΕΜΔ γωνίας τῆς ὑπὸ ΖΜΔ μείζων ἐστίν.
そして角ΕΜΔは角ΖΜΔよりも大きい。
βάσις ἄρα ἡ ΕΔ βάσεως τῆς ΖΔ μείζων ἐστίν.
したがって底辺ΕΔは底辺ΖΔよりも大きい。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ ΖΔ τῆς ΓΔ μείζων ἐστίν·
同じようにして、ΖΔもまたΓΔよりも大きいことを示すであろう。
μεγίστη μὲν ἄρα ἡ ΔΑ, μείζων δὲ ἡ μὲν ΔΕ τῆς ΔΖ, ἡ δὲ ΔΖ τῆς ΔΓ. καὶ ἐπεὶ αἱ ΜΚ, ΚΔ τῆς ΜΔ μείζονές εἰσιν, ἴση δὲ ἡ ΜΗ τῇ ΜΚ, λοιπὴ ἄρα ἡ ΚΔ λοιπῆς τῆς ΗΔ μείζων ἐστίν·
したがって、ΔΑが最大であり、ΔΕはΔΖより大きく、ΔΖはΔΓより大きい。 また、ΜΚ、ΚΔはΜΔよりも大きく、MΗはΜΚに等しいから、したがって残りのΚΔは残りのΗΔよりも大きい。

語釈・文法注

  1. ¦5¦τῶν μὲν πρὸς τὴν κοίλην περιφέρειαν προσπιπτουσῶν εὐθειῶν — 属格 `τῶν... εὐθειῶν` は部分属格(範囲を示す属格)であり、「〜のうちで」を意味する。後続する `μεγίστη`(最上級)の比較範囲を規定している。
  2. ¦10¦ἡ ἔγγιον τῆς ἐλαχίστης τῆς ἀπώτερον — 比較の意味を持つ副詞 `ἔγγιον` が、基準を示す属格 `τῆς ἐλαχίστης`(最小のもの)と、比較対象を示す属格 `τῆς ἀπώτερον`(より遠いもの)の2つの属格を伴っている構文である。「最小のものにより近いものが、より遠いものよりも」と解釈される。
  3. ¦40¦λοιπὴ ἄρα ἡ ΚΔ λοιπῆς τῆς ΗΔ μείζων ἐστίν — 不等式からの引き算に基づく議論。`ΜΚ + ΚΔ > ΜΔ` において、等しい量 `ΜΗ = ΜΚ` を引くことで、残りの部分(`λοιπή`、すなわち `ΚΔ`)が、もう一方の残りの部分(`λοιπῆς`、比較の属格、すなわち `ΗΔ`)より大きくなることを示す。

この箇所を引用する

エウクレイデス, 原論 §3.prop.8#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.8%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。