Humanitext Reader

エウクレイデス · 原論 §3.prop.28-3.prop.30

等しい弦と弧の対応関係と円弧の二等分

50 / 316 箇所 · ギリシア語

要旨

命題28では等しい円において等しい直線(弦)が切り取る等しい弧(大小それぞれ)の相等性を示し、命題29では等しい円における等しい弧に対向する直線(弦)が等しいことを示す。命題30では、与えられた円弧を垂直二等分線を用いて作図的に二等分する方法を示す。

§3.prop.28ἐν τοῖς ἴσοις κύκλοις αἱ ἴσαι εὐθεῖαι ἴσας περιφερείας ἀφαιροῦσι τὴν μὲν μείζονα τῇ μείζονι τὴν δὲ ἐλάττονα τῇ ἐλάττονι.
等しい円において、等しい直線は等しい弧を切り取る。 すなわち、大きい方は大きい方に、小さい方は小さい方に。
ἔστωσαν ἴσοι κύκλοι οἱ ΑΒΓ, ΔΕΖ, καὶ ἐν τοῖς κύκλοις ἴσαι εὐθεῖαι ἔστωσαν αἱ ΑΒ, ΔΕ τὰς μὲν ΑΓΒ, ΔΖΕ περιφερείας μείζονας ἀφαιροῦσαι τὰς δὲ ΑΗΒ, ΔΘΕ ἐλάττονας·
等しい円 ΑΒΓ, ΔΕΖ があるとし、これら円において等しい直線 ΑΒ, ΔΕ があるとし、それらは大きい方の弧 ΑΓΒ, ΔΖΕ を切り取り、小さい方の[弧] ΑΗΒ, ΔΘΕ を切り取っているとせよ。
λέγω, ὅτι ἡ μὲν ΑΓΒ μείζων περιφέρεια ἴση ἐστὶ τῇ ΔΖΕ μείζονι περιφερείᾳ, ἡ δὲ ΑΗΒ ἐλάττων περιφέρεια τῇ ΔΘΕ. εἰλήφθω γὰρ τὰ κέντρα τῶν κύκλων τὰ Κ, Λ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΚ, ΚΒ, ΔΛ, ΛΕ. καὶ ἐπεὶ ἴσοι κύκλοι εἰσίν, ἴσαι εἰσὶ καὶ αἱ ἐκ τῶν κέντρων·
私は、大きい方の弧 ΑΓΒ は大きい方の弧 ΔΖΕ に等しく、小さい方の弧 ΑΗΒ は小さい方の弧 ΔΘΕ に等しいと主張する。 なぜなら、円の中心 Κ, Λ が取られたとせよ、そして ΑΚ, ΚΒ, ΔΛ, ΛΕ が結ばれたとせよ。 そして、円が等しいから、中心からの[直線]もまた等しい。
δύο δὴ αἱ ΑΚ, ΚΒ δυσὶ ταῖς ΔΛ, ΛΕ ἴσαι εἰσίν·
したがって、2つの ΑΚ, ΚΒ は2つの ΔΛ, ΛΕ に等しい。
καὶ βάσις ἡ ΑΒ βάσει τῇ ΔΕ ἴση·
また底辺 ΑΒ は底辺 ΔΕ に等しい。
γωνία ἄρα ἡ ὑπὸ ΑΚΒ γωνίᾳ τῇ ὑπὸ ΔΛΕ ἴση ἐστίν.
したがって角 ΑΚΒ は角 ΔΛΕ に等しい。
αἱ δὲ ἴσαι γωνίαι ἐπὶ ἴσων περιφερειῶν βεβήκασιν, ὅταν πρὸς τοῖς κέντροις ὦσιν·
ところで、等しい角は、それらが中心にあるときには等しい弧の上に乗る。
ἴση ἄρα ἡ ΑΗΒ περιφέρεια τῇ ΔΘΕ. ἐστὶ δὲ καὶ ὅλος ὁ ΑΒΓ κύκλος ὅλῳ τῷ ΔΕΖ κύκλῳ ἴσος·
したがって、弧 ΑΗΒ は弧 ΔΘΕ に等しい。 また、円 ΑΒΓ 全体も円 ΔΕΖ 全体に等しい。
καὶ λοιπὴ ἄρα ἡ ΑΓΒ περιφέρεια λοιπῇ τῇ ΔΖΕ περιφερείᾳ ἴση ἐστίν.
したがって、残りの弧 ΑΓΒ も残りの弧 ΔΖΕ に等しい。
ἐν ἄρα τοῖς ἴσοις κύκλοις αἱ ἴσαι εὐθεῖαι ἴσας περιφερείας ἀφαιροῦσι τὴν μὲν μείζονα τῇ μείζονι τὴν δὲ ἐλάττονα τῇ ἐλάττονι·
したがって、等しい円において、等しい直線は等しい弧を切り取る。 すなわち、大きい方は大きい方に、小さい方は小さい方に。
ὅπερ ἔδει δεῖξαι.
これが示すべきであった。
§3.prop.29ἐν τοῖς ἴσοις κύκλοις τὰς ἴσας περιφερείας ἴσαι εὐθεῖαι ὑποτείνουσιν.
等しい円において、等しい弧を、等しい直線が張る。
ἔστωσαν ἴσοι κύκλοι οἱ ΑΒΓ, ΔΕΖ, καὶ ἐν αὐτοῖς ἴσαι περιφέρειαι ἀπειλήφθωσαν αἱ ΒΗΓ, ΕΘΖ, καὶ ἐπεζεύχθωσαν αἱ ΒΓ, ΕΖ εὐθεῖαι·
等しい円 ΑΒΓ, ΔΕΖ があるとし、それらにおいて等しい弧 ΒΗΓ, ΕΘΖ が切り取られたとし、直線 ΒΓ, ΕΖ が結ばれたとせよ。
λέγω, ὅτι ἴση ἐστὶν ἡ ΒΓ τῇ ΕΖ. εἰλήφθω γὰρ τὰ κέντρα τῶν κύκλων, καὶ ἔστω τὰ Κ, Λ, καὶ ἐπεζεύχθωσαν αἱ ΒΚ, ΚΓ, ΕΛ, ΛΖ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΗΓ περιφέρεια τῇ ΕΘΖ περιφερείᾳ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΒΚΓ τῇ ὑπὸ ΕΛΖ. καὶ ἐπεὶ ἴσοι εἰσὶν οἱ ΑΒΓ, ΔΕΖ κύκλοι, ἴσαι εἰσὶ καὶ αἱ ἐκ τῶν κέντρων·
私は、ΒΓ は ΕΖ に等しいと主張する。 なぜなら、円の中心が取られたとせよ、それを Κ, Λ とし、ΒΚ, ΚΓ, ΕΛ, ΛΖ が結ばれたとせよ。 そして、弧 ΒΗΓ は弧 ΕΘΖ に等しいから、角 ΒΚΓ もまた角 ΕΛΖ に等しい。 そして、円 ΑΒΓ, ΔΕΖ は等しいから、中心からの[直線]もまた等しい。
δύο δὴ αἱ ΒΚ, ΚΓ δυσὶ ταῖς ΕΛ, ΛΖ ἴσαι εἰσίν·
したがって、2つの ΒΚ, ΚΓ は2つの ΕΛ, ΛΖ に等しい。
καὶ γωνίας ἴσας περιέχουσιν·
そしてそれらは等しい角を挟んでいる。
βάσις ἄρα ἡ ΒΓ βάσει τῇ ΕΖ ἴση ἐστίν.
したがって底辺 ΒΓ は底辺 ΕΖ に等しい。
ἐν ἄρα τοῖς ἴσοις κύκλοις τὰς ἴσας περιφερείας ἴσαι εὐθεῖαι ὑποτείνουσιν·
したがって、等しい円において、等しい弧を等しい直線が張る。
ὅπερ ἔδει δεῖξαι.
これが示すべきであった。
§3.prop.30τὴν δοθεῖσαν περιφέρειαν δίχα τεμεῖν.
与えられた弧を二等分すること。
ἔστω ἡ δοθεῖσα περιφέρεια ἡ ΑΔΒ·
与えられた弧を ΑΔΒ とせよ。
δεῖ δὴ τὴν ΑΔΒ περιφέρειαν δίχα τεμεῖν.
弧 ΑΔΒ を二等分せねばならない。
ἐπεζεύχθω ἡ ΑΒ, καὶ τετμήσθω δίχα κατὰ τὸ Γ, καὶ ἀπὸ τοῦ Γ σημείου τῇ ΑΒ εὐθείᾳ πρὸς ὀρθὰς ἤχθω ἡ ΓΔ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΔ, ΔΒ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΓ τῇ ΓΒ, κοινὴ δὲ ἡ ΓΔ, δύο δὴ αἱ ΑΓ, ΓΔ δυσὶ ταῖς ΒΓ, ΓΔ ἴσαι εἰσίν·
ΑΒ が結ばれたとせよ。 そして、それは Γ において二等分されたとせよ。 そして点 Γ から直線 ΑΒ に直角に ΓΔ が引かれたとせよ。 そして ΑΔ, ΔΒ が結ばれたとせよ。 そして、ΑΓ は ΓΒ に等しく、ΓΔ は共通であるから、2つの ΑΓ, ΓΔ は2つの ΒΓ, ΓΔ に等しい。
καὶ γωνία ἡ ὑπὸ ΑΓΔ γωνίᾳ τῇ ὑπὸ ΒΓΔ ἴση· ὀρθὴ γὰρ ἑκατέρα·
そして角 ΑΓΔ は角 ΒΓΔ に等しい(なぜなら各々は直角であるから)。
βάσις ἄρα ἡ ΑΔ βάσει τῇ ΔΒ ἴση ἐστίν.
したがって底辺 ΑΔ は底辺 ΔΒ に等しい。
αἱ δὲ ἴσαι εὐθεῖαι ἴσας περιφερείας ἀφαιροῦσι τὴν μὲν μείζονα τῇ μείζονι τὴν δὲ ἐλάττονα τῇ ἐλάττονι·
ところで、等しい直線は等しい弧を切り取る。 すなわち、大きい方は大きい方に、小さい方は小さい方に。
καί ἐστιν ἑκατέρα τῶν ΑΔ, ΔΒ περιφερειῶν ἐλάττων ἡμικυκλίου·
そして弧 ΑΔ, ΔΒ の各々は半円より小さい。
ἴση ἄρα ἡ ΑΔ περιφέρεια τῇ ΔΒ περιφερείᾳ.
したがって弧 ΑΔ は弧 ΔΒ に等しい。
ἡ ἄρα δοθεῖσα περιφέρεια δίχα τέτμηται κατὰ τὸ Δ σημεῖον·
したがって、与えられた弧は点 Δ において二等分された。
ὅπερ ἔδει ποιῆσαι.
これがなすべきことであった。

語釈・文法注

  1. 3.prop.28τὴν μὲν μείζονα τῇ μείζονι τὴν δὲ ἐλάττονα τῇ ἐλάττονι — 対格の分詞節「等しい弧を切り取る(ἴσας περιφερείας ἀφαιροῦσι)」を具体的に制限・対比するために、対格(τὴν μὲν μείζονα... τὴν δὲ ἐλάττονα)と与格(τῇ μείζονι... τῇ ἐλάττονι)が並置されている。これは「大きい方の弧を[他方の円の]大きい方の弧に、小さい方の弧を小さい方の弧に[それぞれ等しく切り取る]」という省略表現である。
  2. 3.prop.29ὑποτείνουσιν — 動詞 ὑποτείνω(下に張る)は、幾何学において「(弦が弧を/辺が角を)張る、対向する」という意味で用いられ、ここでは対格の「等しい弧を(τὰς ἴσας περιφερείας)」を直接目的語に取り、主語である「等しい直線(ἴσαι εὐθεῖαι)」がそれを張るという関係を示している。
  3. 3.prop.30καί ἐστιν ἑκατέρα τῶν ΑΔ, ΔΒ περιφερειῶν ἐλάττων ἡμικυκλίου — 比較級 ἐλάττων は属格の比較対象 ἡμικυκλίου を支配する(半円よりも小さい)。この条件は、等しい直線 ΑΔ, ΔΒ から対応する弧 ΑΔ, ΔΒ の相等性を導く際に、命題28(大きい方は大きい方に、小さい方は小さい方に等しい)を正しく適用し、双方が「小さい方の弧」同士として相等しいことを保証するために論理上不可欠である。

この箇所を引用する

エウクレイデス, 原論 §3.prop.28-3.prop.30. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.28-3.prop.30

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。