Humanitext Reader

ヒポクラテス · 書簡、決議、演説 §1-2

アルタクセルクセス王とパイトスの往復書簡

1 / 21 箇所 · ギリシア語

要旨

アルタクセルクセス王が医師パイトスに対し、軍勢を襲う疫病の治療法を求める書簡(第1書簡)と、それに対しパイトスがコスの高名な医師ヒポクラテスの神聖な血統や医術の卓越性を紹介し、彼を召し寄せるよう勧める返書(第2書簡)。

§1## ΕΠΙΣΤΟΛΛΙ. ΔΟΓΜΑ. ΕΠΙΒΩΜΙΟΣ. ΠΡΕΣΒΕΥΤΙΚΟΣ. 1. Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Παίτῳ χαίρειν.
1. 諸王の王たる大アルタクセルクセス、パイトスに挨拶を送る。
Νοῦσος προσεπέλασεν ἡ καλεομένη λοιμικὴ τοῖς στρατεύμασιν ἡμῶν, καὶ πολλὰ ποιησάντων ἡμῶν, ἔνδοσιν οὐκ ἔδωκεν.
疫病と呼ばれる病が我々の軍勢に襲いかかり、我々が手を尽くしたにもかかわらず、一向に衰える気配がない。
Ὅθεν ἀξιῶ παντοίως καὶ πάσαις ταῖς παρ’ ἐμοῦ διδομέναις δωρεαῖς, ἤ τι τῶν ἐκ φύσεώς σου ἐπινοημάτων, ἤ τι τῶν ἐκ τῆς τέχνης πρήξεων, ἤ τινος ἑτέρου ἀνδρὸς ἑρμηνείην δυναμένου ἰήσασθαι, πέμπε τάχος·
それゆえ、私は求める。 あらゆる手段を尽くし、私から与えられるあらゆる贈り物を手にして、君の天性による考案、あるいは医術による実践、あるいは治療する能力のある他の人物の解説のいずれかを、直ちに送ってくれ。
μάστιξον, ἀξιῶ, τὸ πάθος·
頼むから、この苦痛を退治してくれ。
ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶ πολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων.
というのも、群衆の間には不安が渦巻き、激しく絶え間のない呼吸を伴う多大なる苦悶が存在するからだ。
Οὐ πολεμοῦντες πολεμούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια·
我々は戦っていないのに攻撃されている。 羊の群れを荒らす野獣を敵に回しているのだ。
τέτρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει·
それは多くの者を傷つけ、治療困難にし、容赦ない矢を射かけ続けている。
οὐ φέρω·
私は耐えられない。
γνώμην οὐκ ἔτι ἔχω μετ’ ἀνδρῶν γονίμων βουλεύσασθαι.
優秀な者たちと共に策を巡らせる気力さえ、もはや私にはない。
Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει.
誠実な良心をもって、ためらうことなく、これらすべてを解決してくれ。
Ἔῤῥωσο.
健やかであれ。
§22. Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ χαίρειν.
2. パイトス、諸王の王たる大アルタクセルクセスに挨拶を送る。
Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους·
自然の治療手段は、疫病という流行病を解決しません。
ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα·
自然から生じる病については、自然自身が危機を判定して治療します。
ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων.
しかし、流行によるものについては、技術が専門的に身体の転化を判定して治療するのです。
Ἱπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος·
そして医師ヒポクラテスが、この病を治療いたします。
τῷ γένει μὲν οὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος.
さて、彼は家系としてはドリス人、都市としてはコスの出身であり、父はヘラクレイダス、その父はヒポクラテス、その父はグノシディコス、その父はネブロス、その父はソストラトス、その父はテオドロス、その父はクレオミュッタダス、その父はクリサミスに遡ります。
Οὗτος θείᾳ φύσει κέχρηνται, καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν ἰητρικήν.
この男は神聖な天賦の才能を授かっており、医術を小さく素人的なものから、巨大で専門的なものへと向上させました。
Γίνεται μὲν οὖν ὁ θεῖος Ἱπποκράτης, ἔνατος μὲν ἀπὸ Κρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκοστὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆς οἰκίας τῶν Ἡρακλειδῶν·
こうして、神聖なるヒポクラテスは、王クリサミスから数えて9代目、アスクレピオスから18代目、ゼウスから20代目にあたり、母はヘラクレイドス家出身の、ファイナレテの娘プラクシテアであります。
ὥστε κατ’ ἀμφότερα τὰ σπέρματα θεῶν ἀπόγονός ἐστιν ὁ θεῖος Ἱπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδης ὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης.
したがって、双方の血統において、神聖なるヒポクラテスは神々の末裔であり、父方ではアスクレピアデスであり、母方ではヘラクレイデスなのであります。
Ἔμαθε δὲ τὴν τέχνην παρά τε τῷ πατρὶ Ἡρακλείδῃ καὶ παρὰ τῷ πάππῳ Ἱπποκράτει.
彼は父ヘラクレイダスと祖父ヒポクラテスからこの技術を学びました。
Ἀλλὰ παρὰ μὲν τούτοις, ὡς εἰκὸς, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσα πιθανὸν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸς ἑωυτὸν ἐδιδάξατο, θείᾳ φύσει κεχρημένος, καὶ τοσοῦτον ὑπερβεβηκὼς τῇ τῆς ψυχῆς εὐφυΐᾳ τοὺς προγόνους, ὅσον διενήνοχεν αὐτῶν καὶ τῇ τῆς τέχνης ἀρετῇ.
しかし、彼らのもとでは、当然のことながら、彼らもまた知っていたであろうと思われる程度の、医術の初歩的な段階のみを伝授されたにすぎず、医術の全容については、神聖な天性を働かせて独力で修得し、魂の素質においては、彼らを、彼自身が医術の卓越性において彼らと異なっているのと同じくらいに遥かに凌駕していたのです。
Καθαίρει δὲ οὐ θηρίων μὲν γένος, θηριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν, διασπείρων πανταχόθεν, ὥσπερ ὁ Τριπτόλεμος τὰ τῆς Δήμητρος σπέρματα, τὰ τοῦ Ἀσκληπιοῦ βοηθήματα.
そして彼は、野獣の類ではなく、獣のごとき獰猛な病から多くの陸地と海を清めており、トリプトレモスがデメテルの種を蒔いたように、アスクレピオスの治療手段をあらゆる場所に普及させております。
Τοιγαροῦν ἐνδικώτατα καὶ αὐτὸς ἀνιέρωται πολλαχοῦ τῆς γῆς, ἠξίωταί τε τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν.
それゆえ、彼自身も地上の多くの場所で極めて正当に神聖視されており、アテナイ人からは、ヘラクレスやアスクレピオスと同じ贈り物を受けるに値するとみなされております。
Αὐτὸν μετάπεμψαι κελεύων ἀργύριον καὶ χρυσίον ὅσον ἂν βούληται δώσειν αὐτῷ.
彼を召し寄せなさい。 彼が望むだけの銀や金を彼に与えると命じるとよいでしょう。
Οὗτος γὰρ ἐπίσταται οὐχ ἕνα τρόπον τῆς ἰήσιος τοῦ πάθεος, οὗτος πατὴρ ὑγιείης, οὗτος σωτὴρ, οὗτος ἀκεσώδυνος, οὗτος ἁπλῶς ἡγεμὼν τῆς θεοπρεποῦς ἐπιστήμης.
なぜなら、この男は病の治療法を一つだけでなく心得ており、この男こそ健康の父、この男こそ救い主、この男こそ苦痛を和らげる者、この男こそまさに神にふさわしい学問の先導者なのですから。
Ἔῤῥωσο.
健やかであれ。

語釈・文法注

  1. §1πολλὰ ποιησάντων ἡμῶν — 属格独立分詞構文で、ここでは「我々が多大の努力をしたにもかかわらず」と譲歩の意味を表す。
  2. §1πνεῦμα μέγα καὶ πυκνὸν ἔχων — 現在分詞 ἔχων(男性単数)は、先行する男性名詞 ἄλυς(不安、悶々)に修飾語として性・数・格が一致している。
  3. §2ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων — 先行する文 ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα との対称性から、本節の末尾には動詞 ἰᾶται(治療する)が省略されていると解釈される。
  4. §2τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν — τῶν αὐτῶν δωρεῶν は動詞 ἠξίωται(〜に値するとみなされる)の属格目的語。Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ は比較の与格であり、「ヘラクレスやアスクレピオスと同じ贈り物」の意味を構成する。

この箇所を引用する

ヒポクラテス, 書簡、決議、演説 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:1-2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。